JGR III 2.59Abrogatio legis, quae hominem liberum se vendere permittit.
ΔΙΑΤΑΞΙΣ νθ '.
Abrir no leitor do IusCommune →0
pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Εἷς καὶ οὗτος νόμος᾽ ἐστὶ τῶν μὴ πρεπόντων τῇ εὐταξίᾳ τῆς ἡμῶν πολιτείας μήτε ἀποδοχῆς ἀξίων μήτε χώραν ὀφει λόντων λαβεῖν ἐνεργείας, ὃς τὸν ἐλεύθερον μὲν πεφυκότα, φανλότητι δὲ γνώμης τὸ τίμιον τῆς ἐλευθερίας ὑβρίζοντα καὶ τὴν οἰκείαν ἐμπορευόμενον δούλευσιν ἐπὶ τῷ κέρδος μιαρὸν ἀντὶ σ τῆς δουλείας τοῦ καταβεβλημένου τιμήματος συμμοιράσασθαι, ἀσωφρόνιστον ἐῶν, οὐκ ἐπανορθοῖ τὴν παρανομίαν. τοιγαροῦν τοῦ τὰ οἰκεῖα οὕτω τιθεμένους τὸν νόμον ὃς παραχωρεῖ τὴν παραφροσύνην βεβαίαν ὑπάρχειν, ἀλλὰ μὴ μετὰ τοῦ ἀνατρέπειν τὴν ἄτιμον ἐμπορίαν καὶ ποιναῖς ἁρμοζούσαις καθυποβάλλει τοὺς τοιαῦτα ποιεῖν ἀφρονευομένους, οὔτε νόμου προαίρεσιν διασώζειν ἴσμεν οὔτε τῆς πρεπούσης νόμοις αἰδοῦς τε καὶ τιμῆς ἐπιτυγχάνειν νομίζομεν ἄξιον. εἰ γὰρ ὅπερ πατὴρ τέκνοις, τοῦτο δεῖ τοῖς πολίταις εἶναι τοὺς νόμους, πρὸς ἓν μόνον τὸ συμφέρον καὶ σωτήριον τῶν πολιτευομένων ὁρῶντας, ποῦ δί καιος οὗτος νόμοις συνεξετάζεσθαι, τοιαύτην βλάβην καὶ ζημίαν συγχωρῶν ἐπικεῖσθαι τοῖς ἀνοήτως ἑαυτοὺς εἰς ταύτην ὑποβεβληκόσι; Τοῦτο οὖν ἐξοστρακίζοντες καὶ τῶν νόμων ἐκφυλλοφοροῦντες ἡμεῖς θεσπίζομεν, εἴ τις οὕτως ὀφθείη δυστυχῶν εἰς φρέ νας, καὶ δουλείαν ἐλευθερίας ἀντικαταλλαττόμενος ἑαυτὸν ἀπεμπολοίη, μὴ συνεστηκέναι, ἀλλὰ ἀνατρέπεσθαι τὴν πρᾶξιν, αὐτοῦ τε τοῦ προδότου τῆς ἰδίας ἐλευθερίας καὶ τοῦ συγκακουργοῦντος αὐτῷ πληγαῖς τε εἰς τὸ σῶμα σωφρονιζομένων, καὶ τῆς ἐλευθερίας ἐν τῷ οἰκείῳ τηρουμένης σχήματι τῷ τῆς ἀνοίας ἀν δραπόδῳ.