JGR III 2.58Ne ex sanguine cibus conficiatur.
ΔΙΑΤΑΞΙΣ νή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Καὶ πάλαι τῷ νομοθέτῃ μωσῇ θεὸς ἐντέλλεται αἷμα ου
Abrir no leitor do IusCommune →0
pr.φάγεσθαι, καὶ παρὰ τῶν κηρύκων τῆς χάριτος ἀπέχεσθαι τῆς τοιαύτης νενομοθέτηται βρώσεως. καὶ οὕτω κὰν τῇ παλαιᾷ κὰν τῇ νέᾳ χάριτι συμφώνως ἀθεμίτου δοκοῦντος καὶ ἀποβλήτου τοῦ πράγματος, εἰς τοσοῦτον αὐθαδείας μᾶλλον δὲ παρα πληξίας ἥκουσιν ἄνθρωποι, ὡς μηδ᾽ ἑτέρᾳ τῶν νομοθεσιῶν ὑπέχειν εὐήκοον οὖς. ἀλλ᾽ ἀναίδην οἱ μὲν κέρδους ἕνεκα οἱ δὲ τὸ γαστρίμαργον θεραπεύοντες καταφρονοῦσι μὲν τοῦ παραγγέλματος, βρῶμα δὲ ποιοῦνται τὸ ἀπηγορευμένον εἰς βρῶσιν αἷμα. ἀνήνεκται γὰρ ταῖς ἡμετέραις ἀκοαῖς, ὅτιπερ ὡς χι τῶσι τοῖς ἐντέροις· τοῦτο διαλαμβάνοντες, καθάπερ τὶ τῶν συνήθων βρωμάτων διδόασι τῇ γαστρί. Τοῦτο οὐκ ἀνασχετὸν ἡ βασιλεία ἡμῶν ὑπολαμβάνουσα, οὐδ᾽ οὕτω παράνομον ἐπίνοιαν πρὸς μόνην γαστέρα κεχηνότων ἀνδρῶν ὑβρίζειν μὲν θεῖα ἐντάλματα, ὑβρίζειν δὲ τῆς ἡμετέρας πολιτείας τὸ ἔντιμον ἀνεχομένη, κελεύει τὸ τοιοῦτον ἄγος μηδ ' ὅλως τινὰ εἰς τόλμαν ἐκφέρεσθαι ἐπιτηδεύειν, μήτε πρὸς οὐκείαν χρῆσιν μήθ᾽ ὥστε ἄλλους ὠνουμένους ἐναγεῖ καταμιαίνε - σθαι βρώματι. καὶ ἴστω πᾶς τις ὁ φωραθεὶς κατολιγωρήσας ἀπὸ τοῦ παρόντος καιροῦ τοῦ θείου ἐντάλματος, καὶ τὸ αἷμα βρῶμα ποιούμενος (κἄν τε πιπράσκων κἄν τε ὠνούμενος εἴη), ὡς τῶν τε προσόντων δημεύσει ὑποβληθήσεται, καὶ μετὰ τὸ εἰς τὸ σῶμα πικρῶς αἰκισθῆναι καὶ ἐν χρῷ κουρείᾳ ἀτιμασθῆναι φυγῇ τῆς πατρίδος ἀϊδίῳ ζημιωθήσεται. ἐπὶ ταύτῃ δὲ τῇ δίκῃ καὶ τοὺς ἐν ἑκάστῃ πόλει ἐπάρχοντας μὴ ἀφεῖσθαι ἀνεγκλήτους προστάσσομεν, ἀλλὰ καὶ αὐτοὺς (οὐκ ἂν γὰρ τοῦτο παρενομεῖτο εἰ τῷ πρέποντι δραστηρίῳ ἀρχικοῖς ἀνδράσι τὴν ἀρχὴν διεκόσμουν) δέκα λιτρῶν χρυσοῦ ζημίαν ὑπέχειν τῆς ἀμελοῦς καὶ Di ῥᾳθύμου τῶν ὑποχειρίων ἐπιστασίας.