IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.57De intervallo remorarum piscatoriarum '.

ΔΙΑΤΑΞΙΣ νζ '. Περὶ ἀποστάσεως ἐποχῶν. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδὴ πλείστων νόμων περὶ ἰχθύων διοριζόντων θήρας ἐκεῖνο τὸ μέρος ἀδιόριστον ὁρᾶται νόμῳ, ὃ ἐποχὴν ὀνομάζειν ἐγνώκασιν (ὡς ἔοικεν οὔπω τούτου τοῦ ἐπιτηδεύματος γνωρίμου τυγχάνοντος καθ ' ὃν καιρὸν εἰς γένεσιν οἱ νόμοι προήρχοντο), βουλόμεθα καὶ τοῦτο νόμου διάταξιν ἀποφέρεσθαι. Ἥνπερ οὖν ἀντὶ νομικοῦ ψηφίσματος γνώμην οὐκ ἔξω τοῦ πρέποντος φερομένην ἔδοξεν ἐν τούτῳ τῆς θήρας τῷ ἐπιτηδεύματι διαιτᾶν τῇ συνηθείᾳ, φαμὲν δὴ τὸ μέχρι τριακοσίων ἑξήκοντα καὶ πέντε ὀργυιῶν παρατεινόμενον μέτρον τῶν ἀπο· στάσεων, τοῦτο ἡμεῖς νόμου τιμῶντες ἀξιώματι ἀπὸ τοῦ παρόντος νόμον εἶναι θεσπίζομεν, εἰ γὰρ καὶ χωρὶς τοῦ τετιμῆσθαι τούτῳ δὴ τῷ προνομίῳ καλῶς ἔχειν δοκεῖ τοῖς νῦν τὰ περὶ ἐποχῶν ταύτῃ τῇ γνώμῃ ῥυθμίζεσθαι, ἀλλ᾽ ὅμως ἵνα μᾶλλον ἐν τῷ βεβαίῳ ἢ καὶ ἡ περὶ αὐτὴν εὐλάβεια διηνεκῶς σώ ζοιτο, νόμος ἔστω, καὶ ἀλλήλων ἀφιστάσθωσαν αἱ ἐποχαὶ τὸ νενομισμένον τῇ συνηθείᾳ τῶν τριακοσίων ἑξήκοντα καὶ πέντε· ὀργυιῶν διάστημα· δηλονότι ἐξ ἑκατέρου μέρους τοῦ τοιούτου μέτρου τοῦ διαστήματος λαμβανομένου, ὡς εἶναι τὰς μὲν ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἥμισυ ἀπὸ τῶν ὁρίων τοῦ ἑνὸς διηκούσας με μέρους, τὸ δὲ λοιπὸν μέτρον διήκειν μέχρι τοῦ γειτονεύοντος. ταῦτα δέ φαμεν περὶ τῶν μεταγενεστέρων τοῦ παρόντος νόμου δεχομένων τὴν σύστασιν καὶ παραγωγήν· αἱ γὰρ προφθάσασαι τὸ νῦν δεδογμένον ἐποχαὶ κἂν μὴ τῷ διορισθέντι ἀφεστήκασι διαστήματι, οὐδὲν᾽ ἐκ τοῦ νόμου καινοτομηθήσονται, ἀλλὰ δια μενοῦσιν ἐφ᾿ ἧς ἐξ ἀρχῆς ἔλαχον στάσεως.