JGR III 2.56De oris maritimis,
ΔΙΑΤΑΞΙΣ νς '. Περὶ προθύρων θαλαττίων. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ,
Abrir no leitor do IusCommune →0
pr.Καὶ οὗτος ἡμῖν ὁ νόμος, ὃς ἀφαιρεῖται τῶν θαλαττίων χωρίων τὴν ἐξουσίαν τῶν οὗ παρὰ τοῖς προθύροις θάλασσα ὁρᾶται (ἀλλὰ γὰρ οὐ μόνον τοῦτο, ὑπάγει δὲ καὶ τῇ περὶ τῆς ὕβρεως ἀγωγῇ κωλύοντα τοὺς ἐκεῖ ἀποκεχρῆσθαι τῇ ἁλιευτικῇ τέχνῃ προθυμουμένους), οὐ δίκαια ἐπιτρέπων ἐφάνη. πᾶν γὰρ, ὃ μὴ ἀδίκῳ λόγῳ πρὸς ἐξουσίαν τινὶ περιῆλθεν, εἴτε γονέων κλῆρος εἴτε πόνων ἰδίων κτῆμα εἴθ᾽ ἑτέρῳ τινὶ μὴ ἀπηγορευμένῳ τρόπῳ, πῶς οὐχὶ καὶ πρὸς τὴν ἐπιτροπὴν τοῦ τὴν ἐξουσίαν ἔχοντος ἀνακείσεται, κἀκείνῳ τὰς ὠφελείας πολὺ πρότερον, ἀλλ᾽ οὐχ ἑτέρῳ παρέξει; οὐκ ἐστὶν οὖν πρὸς τὸ εὐθὺ ἀφορῶντος νόμου ἑτέρους εἰσάγειν πρὸς τὴν ὠφέλειαν οὗ μηδὲν ὑπεβάλοντο, καὶ ἀποστερεῖν ἐκείνους ταύτης, οἳ πάντως γε ἢ τίμημα ἢ συγγενείας δίκαιον ἢ ἄλλον τινὰ τρόπον οὐκ ἀπηγορευτ μένον εἰς τὴν τοῦ χωρίου κατεβάλοντο κτῆσιν. τὸ δὲ καὶ τοὺς ᾿ ὑπὲρ αὐτοῦ ἐτησίους φόρους ἀπαιτεῖσθαι μὲν, ὡς αὐτῷ διαφέροντος τοῦ τόπου, ἀπελαύνειν δ᾽ ἐκεῖθεν τὸν ἔξω τῆς ἐκείνου γνώμης βουλόμενον τῇ ὠφελείᾳ χρῆσθαι· μὴ δύνασθαι, ἀλλ᾽ εἰ τοῦτο ποιεῖν ἐθελήσοι, ταῖς περὶ ὕβρεως αἰτίαις ἐτάζεσθαι, πῶς οὐχὶ μετὰ τοῦ ἀδίκου παντελῶς καὶ παράλογον; τί δὲ, εἰ ὁ τοῦ χωρίου δεσπότης οὐκ ἀμαθὴς ἁλιευτικῆς, ἆρα καθευδεῖται μὲν αὐτὸς ἀργῶν, ἄλλοις δ᾽ ἐπιτρέψει τὰ τῶν προθύρων κέρδη θηρᾶν; ἢ τὴν μὲν ἀργίαν οὐκ ἀσπάσεται, ἑτέρων δὲ πρόθυρα ἁλιεύων περινοστήσει, ἐν δὲ τοῖς οἰκείοις ἐργάζεσθαι αὐτῷ οὐκ ἐξέσται; ἀλλ᾽ οὐχ ὁρῶ τίνα τρόπον οὕτως ἔσται. Τοιγαροῦν θεσπίζομεν, τῶν ἰδίων προθύρων ἕκαστον ἀκωλύτως δεσπόζειν, καὶ κύριον εἶναι τοὺς, εἴ τινες βουληθεῖεν χωρὶς τῆς αὐτοῦ ἐπιτροπῆς τῆς τῶν προθύρων ἀπολαύειν ὠφε- λείας, ἐκδιώκειν. ὥσπερ γὰρ ἐπὶ τῆς ξηρᾶς ἔχει, καὶ πᾶς τῆς οἰκίας δεσπότης μετὰ τῆς χρήσεως ταύτης καὶ τῶν προθύρων ἔχει τὴν κτῆσίν τε καὶ αὐλὴν, οὕτως εὔλογον καὶ ἐπὶ τῆς θαλάσσης ὑπολαμβάνομεν ἔχειν, καὶ ὥσπερ ἐν τῇ ξηρᾷ ἐκ τῶν ἀλλοτρίων οὐδενὶ συγχωρεῖται παρὰ γνώμην τοῦ κεκτημένου καρπίζεσθαι, ἀλλ᾽ εἰ καρποὺς ἐκεῖθέν τις συναγάγοι, ἢ λαμίβάνων τὴν χάριν τῇ τοῦ δεσπόζοντος φιλοφρονήσει ἢ τὴν ὑπὲρ τοῦ τόπου κατατιθέμενος πρόσοδον, οὕτω καὶ ἐν τῇ θαλάσση εἶναι ὁρίζομεν.