JGR III 2.55Ut Judaei secundum Christianismi ritus vivant.
ΔΙΑΤΑΞΙΣ νέ.
Abrir no leitor do IusCommune →0
pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Οἱ ἔμπροσθεν εἰς τὰ σκῆπτρα καταστάντες περὶ τοῦ πάλαι μὲν διὰ τὴν πρὸς αὐτοὺς θεόθεν ἐπισκοπὴν περιωνύμου τῶν ἑβραίων γένους, γεγονότος δὲ ἐκ τῆς πρὸς τὸν χριστὸν καὶ θεὸν ἡμῶν ἀπονοίας περιωνύμου ἐν συμφοραῖς, διαφόρους ἐξέθεντο νόμους ', οἳ περὶ καταστάσεως τῆς ἐκείνων ζωῆς δια- λαμβάνοντες κελεύουσι ταῖς θείαις γραφαῖς ἐντυγχάνειν αὐτοὺς, καὶ τῶν οἰκείων ἐθίμων μὴ εἴργεσθαι, ἀλλὰ καὶ τοὺς παῖδας πρὸς τῇ συγγενείᾳ τοῦ αἵματος καὶ τῷ ἐκ τῆς περιτομῆς συγγενεῖ προσοικειοῦσθαι αὐτούς. ἀλλὰ ταῦτα μὲν οἱ ἔμπροσθεν ὡς εἶπον εἰς τὴν βασιλείαν παρελθόντες. ὁ δὲ τῆς θείας λήξεως βασιλεὺς, οὗ τῆς σπορᾶς ἡμῖν ἡ βλάστη, ἅτε δὴ πλέον τῶν ἄλλων σχὼν ἔρωτα τῆς αὐτῶν σωτηρίας, οὐκ ἀρκεσθεὶς καταλιπεῖν τούτους καθὼς οἱ πρὸ ἐκείνου ἐν μόνῃ τῇ τῶν προλαβόντων νόμων διατάξει, ἀλλὰ τοῦτο μὲν τῶν ἱερῶν λογίων ἀναπτύξεσι, τοῦτο δὲ ἐν ταῖς αὐτῶν νουθετήσεσι πρὸς τὴν σωτήριον τῶν χριστιανῶν μεταστήσας λατρείαν τῷ ζωοποιῷ τοῦ βαπτίσματος ἐτελείωσεν ὕδατι. καὶ ἔργῳ μὲν, δ᾽ ὧν αὐτοὺς εἰς τὸν νέον κατὰ χριστὸν μορφωθῆναι ἄνθρωπον ἔπεισε, τὸν παλαιὸν ἀποθέσθαι παρεσκεύασεν, καὶ ὅσα τῆς παλαιότητος ἐγνω ρίζετο, περιτομὴν, σάββατον καὶ εἴ τι ἕτερον, ἐκείνῳ συναπημφίασεν. ἀλλ᾽ οὕτω μὲν ἔργῳ τοῦ ἰουδαϊκοῦ φρονήματος μετατάξας αὐτοὺς, οὐκέτι καὶ νόμου ψηφίσματι τοῖς προτέροις νόμοις, οἳ παρεῖχον ἄδειαν ἰουδαϊκῶς ζῆν, καὶ τὴν ἀφωνίαν καὶ ἀργίαν ἐθέσπισεν. Ἡμεῖς οὖν ὅπερ ὁ ἡμέτερος παρῆκες πατὴρ εὔλογον κρίναντες ἀναπληρῶσαι, παντὶ νόμῳ ἀρχαιοτέρῳ τῷ περὶ ἑβραίων νομοθετοῦντι σιγᾶν ἐπιτρέπομεν, καὶ μὴ ἄλλως αὐτοὺς τολμᾶν πολιτεύεσθαι, ἢ ὡς ἡ καθαρὰ καὶ σωτήριος τῶν χριστιανῶν πίστις βούλεται. εἰ δέ τις ἁλοίη τῶν μὲν χριστιανικῶν θεσμῶν ἀφιστάμενος, πρὸς δὲ τὰ ἰουδαίων ἐπαναστρεφόμενος ἔθη καὶ δόγματα, τοῦτον κατὰ τοὺς περὶ ἀποστατῶν ἐγκειμένους νόμους εἰσπράττεσθαι τὴν τιμωρίαν.