IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.54Ut dominicis diebus omnes ab operibus vacent '.

ΔΙΑΤΑΞΙΣ νδ.

Abrir no leitor do IusCommune →

0

pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. ᾿Αρίστη μὲν ἡ σπουδὴ τῶν πρὸς ἔκθεσιν ἐπιδεδωκότων ἑαυτοὺς τῶν ὅσα τῷ βίῳ συμφέρει ἐντάλματα, καὶ ἄξιον αὐτοὺς, ἐν οἷς ὁρῶνται πρὸς τὴν ὠφέλειαν τῶν ὑποχειρίων ὅλην τὴν φροντίδα συντείνοντες, ἀποδέχεσθαι τῆς φιλοστοργίας καὶ τὰ τεθέντα τηρεῖν εὐλαβῶς. ἄξιον δὲ πολὺ πλέον ἐκείνοις μᾶλλον τὴν τοιαύτην ἀπονέμειν εὐλάβειαν, οἳ πλέον ὤφθησαν καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας οἷα πάσης τῆς γῆς νομοθέται ἀναδεξάμενοι μέριμναν, καὶ οὓς ἔθεντο νόμους τούτους 5. ἐπίπροσθεν ἄγειν τῶν ἄλλων νόμων· οὐ μόνον δὲ δ᾽ ὅπερ εἶπον, ὅτι πλέον εἰς τὴν τῶν ἀνθρώπων ὠφέλειαν, μᾶλλον δὲ ἀσύγκριτον ἀνεδέξαντο καὶ εἰσενέγκαντο πρόνοιαν, ἀλλ᾽ ὅτι καὶ θείῳ ἐχάραξαν τὰ δόγματα πνεύματι. ἐπεὶ οὖν τῷ νόμῳ τῶν κορυφαίων μαθητῶν, ὃς πάντας ἐπιτρέπει ἀργίᾳ τιμᾶν τὴν ἡμέραν τῆς δεσποτικῆς ἀναστάσεως, ὁρᾶται νόμος ἀντιφθεγγόμενος, ἐνῆν μὴ πάντας ὁμοίως κωλύειν ἐργάζεσθαι, ἀλλ᾽ ἐνίοις ἄνετον τὴν ἐργασίαν δίδοσθαι. φησὶ γάρ· „δικασταὶ μὲν καὶ δῆμοι τῶν πόλεων, καὶ οἱ ἐκ τεχνῶν βιοῦντες ἀργείτωσαν ἐν κυριακῇ, μόνοι δὲ γεωργοὶ ἐργαζέσθωσαν. καὶ ἡ αἰτία τῆς λύσεως τῆς τιμῆς τῆς ἡμέρας ἄλογος· δοκεῖ γὰρ σωτηρίας· εἶναι τῶν καρπῶν, ἐστὶ δὲ ἀληθῶς οὐδέν· οὐ γὰρ τὸ σπουδαῖον τῆς γεωργίας, ἀλλὰ τοῦ καρποδότου ὁ ἔλεος ἐπειδὰν δοκῇ τὴν εὐθηνίαν παρέχεται τῶν καρπῶν. ᾿Αλλὰ γὰρ ἐπεὶ τοιοῦτός τις εἰς γένεσιν ἦλθε νόμος, ὀλιΣε γωρῶν μὲν τῆς τοῦ δεσπότου τιμῆς, ἀντιδογματίζων δὲ τοῖς κατὰ πάντων ἐναντίων παρὰ τοῦ ἁγίου πνεύματος λαβοῦσι τὰ νικητήρια, ὁρίζομεν καὶ ἡμεῖς ἃ τῷ ἁγίῳ ἔδοξε πνεύματι καὶ τοῖς ὑπ᾿ αὐτοῦ μεμυημένοις ἢ ἀποστόλοις, ὥστε πάντας ἐν τῇ θείᾳ καὶ τὴν ἀφθαρσίαν ἡμῖν ἐγκαινισαμένῃ ἡμέρᾳ σχολάζειν ἀργίᾳ, καὶ μήτε γεωργὸν μήτε τινὰ ἕτερον ἅπτεσθαι ἔργων ἐν ταύτῃ τῶν μὴ νενομισμένων. εἰ γὰρ οἱ πάλαι τὰς σκιὰς καὶ τοὺς τύπους τιμῶντες διὰ τοσαύτης ἦγον τιμῆς τὴν τοῦ σαββάτου ἡμέραν, ὡς παντελεῖ αὑτοὺς ἀπραξίᾳ διδόναι, πῶς εἰκὸς οὓς ἡ χάρις θεραπευτὰς ἔχει καὶ ἡ ἀλήθεια, τούτους μὴ τιμᾶν τὴν ἡμέραν, ἢ τὸ τίμιον παρὰ τοῦ δεσπότου ἐπλούτησε καὶ ἡμᾶς ἠλευθέρωσε τῆς ἐκ φθορᾶς ἀτιμίας; ἢ πῶς οὐ παντελῶς ἀσυνείδητον, ἑπτὰ ἡμερῶν οὐσῶν ὧν εἰς δεσποτικὴν τιμὴν ἀνεῖται μία, μὴ ἀρκεῖσθαι ἡμᾶς ταῖς ἓξ ἀποκεχρημένους εἰς ἔργα, καὶ ἀναφαίρετον τῷ δεσπότῃ ἐκείνην τηρεῖν, ἀλλὰ καὶ ταύτην κοινοποιεῖσθαι καὶ τῶν ἡμετέρων ἔργων νο- μίζειν καιρόν;