JGR III 2.53Ut cuique tam intra civitates quam extra mortuos sepelire liceat.
ΔΙΑΤΑΞΙΣ νγ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἐμοὶ φαίνεται μὴ μόνον ὅσα τῷ βίῳ συμφέρει τῶν πολιτευομένων ταῦτα πρέπον ὁρίζειν τοὺς νόμους τῆς πολιτείας, αλλὰ καὶ περὶ τῶν ἤδη καταλυσάντων τὸν βίον τὰ πρέποντα ἀνθρωπίνῃ σκέπτεσθαι συμπαθείᾳ, καὶ μὴ δ᾽ ὧν ἀτιμίᾳ μὲν καὶ ὕβρει τῶν μεθισταμένων τὰ σώματα παραδίδοται, αἰσχύνη δὲ τῇ κοινῇ τῶν ἀνθρώπων φύσει περιγίνεται, ταῦτα νομοθετεῖν. πῶς γὰρ οὐκ ἐστὶ τὴν ἀνθρωπίνην φύσιν αἰσχύνειν, ὅταν μὴ βούληται ὁ νόμος γῇ κρύπτεσθαι, εἰ μὴ ἔξω πόλεων φέροιτο τὸ βληθὲν ὑπὸ τοῦ θανάτου σῶμα; εἰ μὲν γὰρ τοῦτο διορίζων περὶ ἐκείνων ἔλεγε τῆς ταφῆς, οἷς εὔπορον τὴν ἐκφορὰν ἐποίει ἡ ἔτι ἐν βίῳ περιόντων αὐτῶν εὐπορία, ἴσως ἂν εἶχέ τινα πρόφασιν παρακελευόμενος, καίτοιγε καὶ τότε ἐχρῆν πρὸς συμπάθειαν ὁρᾶν φίλων, συγγενῶν, οἰκείων τοῦ τεθνηκότος, οἷς μέγα εἰς παραμύθιον τοῦ ἄλγους καὶ τῆς ἀποστερήσεως τοῦ ποθουμένου τάφου περιπτύξεις καὶ ἐπ᾿ αὐτῷ χεόμενα δάκρυα ἔξω κειμένου τῆς πόλεως οὐκ εὐχερῶς ἐπιτελεῖσθαι πέφυκεν. ἀλλ᾽ ὅμως εἰ ἐκείνοις τὴν ταφὴν ἔκδημον ἐποίει τῆς πόλεως, οἷς οὐκ ἄπορον αὐθημερὸν γίνεσθαι, ἦν τις ἀφορμὴ τοῦ δόγματος τῷ ἀσυμπαθεῖ. νῦν δὲ κατὰ πάντων ὁμοίως φερομένης τῆς ἀσυμπαθείας, πῶς οὐ πρόδηλον τὸ ἄτοπον καὶ ἡ κατὰ τῆς φύσεως νομοθεσία καὶ αἰσχύνη; ὧν γὰρ ἔτι ζώντων ἄπορος ἦν ὁ βίος καὶ ἔρημος, πῶς θανόντες αὐθημερινῆς ταφῆς εὐπορήσουσι; πῶς δὲ τῆς ταφῆς ἀπόρου τυγχανούσης, οὐχὶ ἐπὶ συχναῖς ἡμέραις οὕτω διαμένοντες ἐλεεινὸν ὁμοῦ καὶ φρικτὸν κείσονται θέαμα καὶ τὴν ταπεινὴν ἀνθρώπων φύσιν αἰσχύνοντες; χωρὶς δὲ τούτων πῶς οὐκ ἐστὶ δίκης ὑπεύθυνον, ἐνίοτε τῶν ὁμιλησάντων τῷ θανάτῳ θεραπόντων θεοῦ χρηματιζόντων καὶ ὑπὸ τῆς ἄνω δόξης περιεπομένων ἐῤῥίφθαι αὐτῶν ἄταφον τὸ σῶμα; Οὐδαμῶς οὖν νόμοις τῆς ἡμῶν πολιτείας συγκαταλέγεσθαι τοῦτον τὸν νόμον θεσπίζομεν, ἀλλ᾽ ὥσπερ ὑπὸ τῆς συνηθείας καλῶς ὤφθη καταφρονούμενος, οὕτω καὶ ὑπὸ δόγματος ἡμετέρου ἔστω παντελῶς ἀθετούμενος, καὶ πᾶς, ὃς ἂν βούληται εἴτε τειχῶν ἔξωθεν εἴτε τῆς πόλεως ἐντὸς τοὺς τελευτῶντας τιμᾶν τῇ ταφῇ, ἄδειαν ἐχέτω περαίνειν τὸ βούλημα.