JGR III 2.52Ut tam veterum principum quam recentiorum numi, modo justi ponderis probaeque materiae sint, valeant.
ΔΙΑΤΑΞΙΣ νβ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ '.
Abrir no leitor do IusCommune →0
pr.Εἰ νεῦρα τῶν πραγμάτων αἱ τούτων εὔποροι ἀφορμαὶ, εὐστάθεια δὲ πολιτείας ἐκ τῆς τῶν πραγμάτων δυνάμεως, καλῶς ἄρα οἱ παλαιοὶ τὴν ἔνδειαν ὡς νόσον καὶ φθορὰν κἀντεῦθεν ἐδίωκον, ἐκ τοῦ βούλεσθαι πᾶσαν ἰδέαν νομίσματος, κἂν εἰς τοὺς πάλαι καὶ πρόπαλαι ἀναφέροιτο βεβασιλευκότας, ὁμοίως ἐμπολιτεύεσθαι. ἀλλὰ τούτῳ τῷ καλῷ οὐκ οἶδα τί παθόντες οἱ πρὸς τὰ σκῆπτρα ὕστερον καταστάντες οὐκ ἔδοσαν ἐπὶ τοῦ αὐτοῦ μεῖναι σχήματος, ἀλλ᾽ ὥσπερ τῇ εὐπορίᾳ τῶν ὑπηκόων διαβασκήναντες, τὸ ἀπολίτευτον μὲν τοῖς φέρουσι τῶν πρὸ αὐτῶν ἀρξάντων νομίσμασι τὴν μορφὴν κατεψηφίσαντο, μόνοις δὲ τοῖς ἑαυτῶν ἀπένειμαν πολιτεύεσθαι, οὐ βουληθέντες συνιδεῖν τὴν ἐκ τούτου περιϊσταμένην καινοτομίαν τὰ πράγματα, οὐδὲ τὴν βλάβην, ὅση χωρεῖ μὲν διὰ πάντων, μάλιστα δὲ κατὰ τῶν ἀπορωτέρων καὶ χρηζόντων μείζονος βοηθείας καὶ ἀντιλήψεως. καὶ γὰρ τὸ τῶν ἐμπόρων πλῆθος καὶ τοὺς ἄλλως ἐκ χειρῶν βιοῦντας καὶ ὅλως τὸ γεωργικὸν γένος εἰς μεγάλην ἀπορίας ἀνάγκην συνελαύνει, οὐκ ἐχόντων ἑτέρωθεν ἐρανίζεσθαι τὴν τῶν πραγμάτων εὐπορίαν, ἐκείνης καταλυθείσης τῆς ἀφορμῆς, ἢ τέως αὐτοῖς συναντελαμβάνετο. Διὰ τοῦτο ἡμεῖς τῶν νεωτέρων τὴν καινοτομίαν οὐκ ἀγαπῶντες, τῇ δὲ προνοίᾳ τῶν ἀρχαίων ἑπόμενοι θεσπίζομεν, κατὰ τὴν ἐκείνων φιλάνθρωπον καὶ πολιτικωτάτην γνώμην πᾶν εἶδος νομίσματος, ἀπαραποίητον τὴν μορφὴν ἔχον καὶ τὴν ὕλην ἀκίβδηλον καὶ τὴν ὁλκὴν τέλειον, ἄν τέ τινος ᾖ τῶν προγενεστέρων ἄν τε τῶν ὀψιγόνων, δι ἴσου καὶ τιμᾶσθαι καὶ πολιτεύεσθαι. δίκη δὲ τοῖς καταφρονεῖν ἀπονοηθεῖσι τοῦ ὁρίσματος αἱ εἰς τὸ σῶμα διὰ μαστίγων πληγαὶ καὶ τριχῶν κουρεία ἐν χρῷ, καὶ προσέτι χρυσίου τριῶν λιτρῶν ἡ ἀπότισις.