IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.51De invento thesauro, cujus esse debeat.

ΔΙΑΤΑΞΙΣ να΄. Ὁ αὐτὸς βασιλείς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἦν μὲν ἀγαθὸν καὶ σωτήριον τοῖς θείοις ἡμᾶς καὶ σωτηρίοις πείθεσθαι νόμοις· οὕτω γὰρ πολιτευόμενοι ἥκιστα νόμων ἀνθρωπίνων προσεδεήθημεν, καὶ τῷ ἐκεῖθεν φωτὶ ἀσφαλῶς ὁδηγούμενοι οὐκ ἂν τῆς ἐκ νόμων βοηθείας ἀνθρωπίνης εἰς χρείαν· κατέστημεν. ἀλλ᾽ ἐπεὶ τοῦ πηλοῦ καὶ τῆς ἰλύος χαλε πὸν ὑπεράνω πάντας γενέσθαι καὶ τοῖς πρὸς οὐρανὸν ἐπαίρουσι θείοις ἐντάλμασιν ἐπαρθῆναι, ἐφεῦρε καὶ ἡ ἀνθρωπίνη πρόνοια διὰ δογμάτων οἰκείων σωτηρίαν τῷ ἀνθρωπίνῳ βίῳ. διὰ τοῦτο καὶ νῦν, τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν οἰκτίρμονας εἶναι παρεγγυωμένου, καὶ τῶν ἀπορίᾳ πιεζομένων τοὺς, ὅσοι τῶν ἐκείνου δωρεῶν ἀπολαύοντες ἐν εὐπορίᾳ διαβιοῦσι, παραμυθεῖσθαι τὴν στενοχωρίαν, ἐπείπερ τινὲς ἀχάριστοι μὲν περὶ· τὸν δεσπότην ὄντες, ἀσυμπαθεῖς δὲ περὶ τὸ συγγενὲς, οὐ μόνον οὐκ ὀρέγουσι χεῖρα ἐλέου τοῖς χρήζουσιν, ἀλλ᾽ ὥσπερ φθονοῦντες καὶ αὐγαῖς ἡλίου τοὺς ἑαυτῶν σκυθρωποὺς ὁρᾶν θησαυροὺς, γῇ τούτους κατορύττουσιν, ἐδέησε καὶ περὶ ταύτης τῆς ἀπανθρώπου ἐπινοίας νόμον εἰς βίον ἐλθεῖν. ὃς πάλαι μὲν ἐκτε** θειμένος, πλεονεκτηθεὶς δὲ παρ᾿ ἧς πολλὰ τῶν καλῶν διαλυμαίνεται πλεονεξίας καὶ ὑπ᾿ αὐτῆς τὸ οἰκεῖον κράτος ἀφῃρημένος, νῦν παρὰ τῆς ἡμετέρας βασιλείας τοῦτο πάλιν ἀνακομίζεται. ἐκέλευε γὰρ ὁ νόμος τὸν τῷ κατορωρυγμένῳ περιτυχόντα θησαυρῷ, εἰ μὲν βασιλικὸν εἴη τὸ χωρίον ἢ δημόσιον ἄλλως, διακληροῦσθαι τὸν εὑρόντα καὶ τὸ δημόσιον ἐπίσης τὸ εὕρημα· εἰ δ᾽ ὁ τόπος, ὃς τὸν θησαυρὸν εἰς φῶς ἤνεγκεν, οὔτε βασίλειος οὔτε δημόσιος ἀλλ᾽ ἑτέρου τινὸς προσώπου, ἀμφοτέροις ὁμοίως τῷ τε περιτυχόντι καὶ τῷ τοῦ χωρίου δεσπότῃ τοῦτο ἐπίσης διανέμεσθαι· εἰ δὲ τοῦ εὑρόντος τὸ χωρίον, αὐτοῦ καὶ τὸ πᾶν εὕρημα εἶναι. ταῦθ᾽ ὁ νόμος ἐθέσπισεν. ἀλλ᾽ ἡ φαύλη πλεονεξία οὐκ οἶδ᾽ ὅπως τοῦτον παραλογισαμένη, κέρδος ἄδικον τῷ δημοσίῳ χαριζομένη ἐκείνῳ μέχρι τοῦ νῦν τὸν εὑρισκόμενον δίδωσι θησαυρὸν εἰς ἀπραξίαν τὸν νόμον περιστήσασα. τί οὖν ἐκ τούτου συμβαίνει; γνῶσιν ἔχοντες θησαυρῶν κατορωρυγμέ-** νων, ἐννοοῦντες, ὅτι τοῖς αὐτῶν πόνοις ἡσθήσονται ἕτεροι, αὐτοὶ δὲ μάτην ὑποστήσονται τὸν κάματον, οὐ μόνον δὲ ἀλλ᾽ ἐνίοτε καὶ πικραῖς ἐξετάσεσιν ὑποβεβλήσονται, παρὰ φαῦλον ποιοῦνται τὴν ἔρευναν καὶ λαμβάνει οὕτως αἰώνιος ἀπόκρυψις καὶ ἀπώλεια, ὧν ἡ φανέρωσις ὠφέλειαν ἀνθρώποις ἔμελλε πραγματεύεσθαι. Κελεύομεν τοίνυν, κατὰ τὴν δικαιοσύνην τοῦ ἀρχαίου νόμου καὶ ἀπὸ τοῦ παρόντος γίνεσθαι, καὶ θησαυροῦ εὑρεθέντος, εἰ μὲν ὁ τοῦτον ἐξαγαγὼν τόπος τῶν δημοσίων ἢ τῶν βασιλείων εἴη χωρίων, μετὰ τοῦ δημοσίου τὸν εὑρίσκοντα μερίζεσθαι, εἰ δ᾽ ἑτέρου τινὸς προσώπου, παραπλησίῳ τρόπῳ αὐτόν τε τὸν εὑρίσκοντας καὶ τὸν κύριον τοῦ τὸν θησαυρὸν ἀναδόντος χωρίου τὴν διανομὴν ποιεῖσθαι. εἰ μέντοιγε πρὸς ἀγνωμοσύνην ἴδοι ὁ τοῦτον εὑρὼν καὶ μὴ πᾶν τὸ εὑρηθὲν ἀνομολογῆσαι βουλήσεται, ἀλλὰ παρακατάσχοι δόλῳ καὶ ψεύδει ἐκ τοῦ εὑρήματος, τότε κενοὺς αὐτῷ γίνεσθαι τοὺς πόνους, καὶ μηδὲν ὅλως αὐτὸν λαμβάνειν ὡς κακοῦργον καὶ τῶν ἀλλοτρίων κλέπτην, ἀλλ᾽ εἶναι μόνου ἐκείνου τὴν εὐεργεσίαν, ὃς ἔχει τοῦ χωρίου τὴν κυριότητα.