JGR III 2.50Ut donationes ultra D solidos in scripturam redigantur.
ΔΙΑΤΑΞΙΣ ν. Περὶ τοῦ τὰς δωρεὰς τὰς μέχρι φ ' νομισμάτων οὔσας ἐγγράφως γίνεσθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδὴ πολλοὶ ἐστὶν ὅτε μὲν χάριτας ἀμειβόμενοι ὅτε δὲ μόνῃ χρηστῇ προαιρέσει κινούμενοι δωρεαῖς ἐνίους δεξιοῦνται, καὶ περὶ τούτου τοῦ μέρους διαστείλασθαι ἔδοξεν, οἵας τε χρὴ ἀνατρέπτους, καὶ οἵας ἀκύρους εἶναι. οἱ μὲν οὖν παλαιοὶ περὶ τούτου διασκοποῦντες γνώμην ἐξέφηναν, ἐκείνην τὴν δωρεάν ἐκπίπτειν τοῦ βεβαίου, ἢ χρυσίων πεντακοσίων ὑπερτείνει - τιμῆς, εἰ μὴ πρᾶξις δημόσιος ἐμφανὲς τὸ δῶρον ποιήσει, κἂν ἰδιαζούσῃ καὶ μυστικωτέρᾳ γραφῇ τοῦ δωρησαμένου ὁ λαβὼν ἀποφέρεται τῆς προαιρέσεως τὴν ἀσφάλειαν· οὐκ οἶδα τί βουλόμενοι ταύτῃ τῇ περιττῇ ἀκριβολογήσει. ἐγγράφως γὰρ πε- πραγματευμένης τῆς δωρεᾶς καὶ μαρτυρίας οὐ δεχομένης παραίτησιν ταύτῃ συναπτομένης, τί πλέον ἀκριβολογεῖσθαι ἔδει; Ἡμῖν· τοίνυν τὴν περίεργον ταύτην ἀκριβολογίαν (ἣν οὐδὲ τηρηθεῖσαν· ἐπὶ δωρεαῖς ὅλως ἴσμεν) δοκεῖ καὶ θεσπίσματι καταπαύσασιν ἐκεῖνο ἐκθεῖναι, ἵνα δωρεὰ ἡ χρυσίων ὑπερέχουσα πεντακοσίων ἔγγραφος μὲν οὖσα ἀναθέτητος διαμένῃ, ἐγγράφου δὲ συστάσεως ἐρήμη γνωριζομένη ἀβέβαιος ᾖ κατὰ τὸ ὑπερβαῖνον μέτρον τῶν πεντακοσίων νομισμάτων, κἂν ὑπὸ μάρτυσιν ὁ τῆς δωρεᾶς ἀντιποιούμενος ταύτης ἀντιποιῆται. καὶ γὰρ ἡ μέχρι τῶν πεντακοσίων τιμωμένη, εἰ καὶ ἄγραφος εἴη, τρισὶ μάρτυσι κυρουμένη φέρει τὸ βέβαιον· καὶ δέον τούτῳ τῷ τύπῳ ἐξεταζομένας ἰσχύειν ἢ ἀκυροῦσθαι τὰς δωρεάς.