IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.49Ne servi ad dicendum testimonium admittantur.

ΔΙΑΤΑΞΙΣ μθ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ μαρτυρία μέγα τὶ καὶ ἀναγκαῖον ὂν εἰς τὴν τῶν πραγμάτων τοῦ βίου ἀσφάλειαν, οὐκ ἐκ τῶν ἐπιτυχόντων προσώπων ἀλλ᾽ ὧν οὐκ ἄτιμος ἡ πολιτεία δικαία ἐστὶ συνίστασθαι. καλῶς οὖν ἀκριβολογεῖται περὶ τούτου τοῖς νόμοις, καὶ οὐχ ἁπλῶς παντὶ διδόασι πάροδον πρὸς τὴν εἴσοδον τῆς μαρτυρίας. πλὴν ἀλλ᾽ ἐπείπερ τοῖς ὑπὸ δουλικὴν τελοῦσι τύχην ἔνιοι τῶν νόμων ἔδοσαν εἰς μαρτυρίαν ἔν τισι τῶν πραγμάτων εἰσιέναι, ὀρθῶς ἡμῖν ἔχον ἐφάνη καὶ τὰ περὶ τούτου παρασημήνασθαι· Ὥστε καθόλου τοὺς μὴ μετασχόντας πολιτείας ἐλευθέρου εἰς τὸ μαρτυρεῖν ἀπροσδέκτους καθίστασθαι, καὶ τὸν ἐν τῇ νεαρᾷ νομοθεσίᾳ κρατεῖν καὶ περὶ πάσης ἁπλῶς μαρτυρίας 1ἢ ὁρίζειν καὶ ἐν παντὶ πράγματι, ἂν τε διαθῆκαι ὦσιν ἄν τε τις ἑτέρα τοῦ βίου πραγματεία παραλαμβανομένη. εἰ γὰρ οὐκ ἔξεστι μαρτυρεῖν ἐκείνοις, ὅσοι καίτοι πολιτείας ἐλευθέρου ὄντες μὴ τὸν βίον ἐλευθερίως καὶ ἀξίως ἧς ἔλαχον ἐλευθερίας διαζῶσιν, οὐδ᾽ ἐφ᾽ ὅσον δυνατὸν ἀδούλωτον τοῦ νοῦ συντηροῦσι Η τὸ ἀξίωμα, ἀλλὰ πρὸς δουλείαν ὧν οὐ δεῖ πράξεων ὑπάγονται, οὐδὲ τούτοις παρασχεθήσεται μαρτυρεῖν, ὅσοις ὁ βίος ἐλεύθερος οὐ γνωρίζεται. εἰ γὰρ καὶ ἕτερος ἐνταῦθα τρόπος δουλείας, ἀλλ᾽ ὅμως δουλεία, ἣν μετέχειν οὐκ ἄξιον τοῦ τῆς ἐλευθερίας ἀξιώματος.