IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.48Ne mulieres in contractibus testimonium praebeant '.

ΔΙΑΤΑΞΙΣ μή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐκ οἶδ᾽ ὅπως μὴ σκεψάμενοι γνώμην ἀκριβῆς ταῖς γυναιξὶν ἔδοσαν ἄδειαν εἰς τὸ μαρτυρεῖν προϊέναι οἱ παλαιοὶ, οὐδὲ τὸ πρόχειρον εἰς ἐνθύμησιν ἐνθυμηθέντες, ὅτι γυναικὶ ἀκοσμίαν φέρει ἡ ἀφειδὴς πρὸς τὰς ἀῤῥένων ὄψεις ἀπάντησις, σώφρονας δὲ καὶ κοσμίους ἡ ἐκεῖθεν καθίστησιν ἀποφυγή. πῶς οὖν ἐπέτρεψαν εἰς μαρτυρίαν παραλαμβάνεσθαι, ἐξ ἧς συμβαίνει πολλάκις ἐν δήμοις πολυανθρώποις αὐτὰς ἀναστρέφεσθαι καὶ χρῆσθαι τῇ γλώσσῃ ἀνευλαβέστερον ἢ κατὰ γυναι κὸς λαλιὰν, τοῦτο ὥσπερ εἶπον ἐπῆλθέ μοι ἀπορεῖν. τί γὰρ ἡ γυναικῶν μαρτυρία τούτοις ἐνομίσθη προϊέναι εἰς πράγματα, αἷς ὁμοίως τοῖς ἀνδράσι μαρτυρεῖν συγκεχωρήκασι, καθάπερ τὰς σκυθικας γυναῖκας ἀκούομεν ὁμοῦ τοῖς γαμέταις συνεξοπλίζεσθαι; καὶ τοῦτο δὴ πῶς οὐχὶ μετὰ τοῦ ἀδόξου καὶ πολλὴν σύγχυσιν καὶ ἀνατροπὴν ἔχει τῶν ὁρίων τῆς φύσεως, οἷς τὸ τῶν θηλειῶν καὶ ἀῤῥένων γένος διεστείλατο; πῶς δ᾽ οὐ προδίδωσι τὴν γυναιξὶν ὀφειλομένην αἰδώ τε καὶ κοσμιότητα; ὧν καὶ τὴν οἴκοι ἐντυχίαν δεῖ τετηρημένην εἶναι, καὶ μὴ παντελῶς ἀφειμένην καὶ ἄνετον. ἡ γὰρ εἰς τὴν μαρτυρίαν εἴσοδος ἀνοί- γουσα χώραν τῇ μὴς προσηκούσῃ γυναιξὶ παῤῥησίᾳ, δ᾽ ὧν ἐν πολυανθρώποις δήμοις ἐγκαταμίγνυνται καὶ τοῖς τῶν ἀνδρῶν ἐνστρέφονται πράγμασι, τὴν κειμένην ἐν τῇ γυναικείᾳ φύσει ὑποστολήν τε καὶ αἰδὼ ὑφαιρεῖται, καὶ προκόπτειν αὐτὰς ἐπασκεῖ πρὸς ἀναίδειαν. οὐ μὴν ἀλλὰ καὶ ὕβριν τρόπον τινὰ τοῖς ἀνδράσι φέρει τὸ γινόμενον· τί γὰρ ἂν ἕτερον τοῦτο ἢ ὕβρις (καὶ ὕβρις ἡ βαρυτάτη) ΄ ἔσται, εἰς ἐκεῖνα τὰ πράγματα ὧν κυριωτάτη ἀνδράσιν ἡ μεταχείρισις τὸ παριέναι τὸ θῆλυ γένος; Διὸ μᾶλλον τῇ συνηθείᾳ, ἢ τὸ πταῖσμα τοῦ νόμου διορ- θουμένη ἀπέκλεισεν αὐταῖς τὴν ἐπὶ τὸ μαρτυρεῖν εἴσοδον, καὶ ἡ βασιλεία ἡμῶν προστιθεμένη, ψῆφον οἰκείαν ποιεῖται τὸ ταύτης δόγμα, καὶ ἀπαγορεύει νόμῳ ὅλως γυναῖκας ἐπὶ τὰ τῶν συμφώνων μαρτύρια ἔρχεσθαι. ἐν πράγμασι δὲ γυναιξὶν ἰδιάζουσιν, οὗ μὴ θεμιτὸν ἐντυγχάνειν ἀνδράσιν (φημὶ δὴ ἐπί τε ὠδίνων, καὶ εἴ τι ἕτερον ὃ μόνη θήλυς ὄψις ὁρᾷ), τὰ οἰκεῖα καὶ ἀῤῥένων ὀφθαλμοῖς ἀθέατα μαρτυρείτωσαν.