IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.47Abrogatio legis, quae senatui praetores, decurionibus vero praefectos constituere concedebat.

ΔΙΑΤΑΞΙΣ μζ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ '.

Abrir no leitor do IusCommune →

0

pr.Πάλαι μὲν ἄλλην ἐχούσης τῆς πολιτείας κατάστασιν ἄλλως καὶ τῶν πραγμάτων ἡ τάξις ἐτάττετο. μὴ γὰρ πάντων ὑπὸ τῆς βασιλικῆς διασκοπουμένων προνοίας, ἀλλ᾽ ὄντων τινῶν, ἃ τῆς συγκλήτου ἔργον ἦν διασκέψασθαι καὶ χειροτονεῖσθαι, ὑπ᾽ ἐκείνης καὶ τὴν προβολὴν ἐλάμβανον. πραίτωρες γοῦν ἐν τῇ προκαθημένῃ τῶν πόλεων τρεις ὑπὸ ταύτης εἰς τὴν τῶν πραγμάτων διοίκησιν καθίσταντο, καὶ ἡ τάξις αὕτη νόμου προῄει θεσπίσματι. ἀλλὰ γὰρ οὐ μόνον ἐν τῇ φερούσῃ πόλει τὸ κράτος, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις ὑπὸ τῶν οὕτω καλουμένων βουλευτῶν στρατηγοί τινες (οὐχ οἷους ἡ νῦν οἶδε στρατηγικὴ ἀρχη), καὶ τιμιώτεροι δέ τινες καὶ ἄλλην ἐγκεχειρισμένοι φροντίδα προβέβληντο. Τότε μὲν οὖν ἄλλως τῶν πραγμάτων διακειμένων ἡ χρεία τὸν νόμον ἐζήτει· νῦν δὲ τῆς βασιλικῆς φροντίδος πάντων ἐξηρτημένων καὶ σὺν θεῷ τῇ ταύτης προνοίᾳ καὶ σκοπουμένων καὶ διαιτωμένων, καὶ χρείαν οὐδεμίαν ἐκείνου τοῦ νόμου παρεχομένου, μετὰ τῶν ἄλλων, οἳ τῆς πολιτείας ἐκβέβληνται, καὶ τοῦτον συνεκβεβλῆσθαι ὁρίζομεν. ὥσπερ γὰρ οὐκ οὖσι τοῖς νόμοις ἡ τῶν πραγμάτων χρεία παρέχει προελθεῖν τὴν ἀρχὴν, οὕτως οὐ πρὸς τὸ χρήσιμον τοῖς πράγμασι δόγματος κειμένου, ἀκόλουθον ἐξαλείφειν αὐτό.