JGR III 2.46Abrogatio quarundam de curiis et decurionibus latarum legum.
ΔΙΑΤΑΞΙΣ μς '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὸν βίον πραγμάτων ἑκάστου τὴν μεταχείρισιν ἡ χρεία παρέχεται, καὶ ἃ μὲν φέρει τινὰ εὐχρηστίαν, ταῦτα ἐν λόγῳ ποιούμεθα, ἃ δὲ μηδὲν συντελεῖ, ἐν τῷ μηδενὶ τιθέμεθα, οὕτω πάντως καὶ προς τὴν σύνταξιν τῶν νομίμων κεφαλαίων δεήσει ἁρμόζεσθαι· ὧν μὲν οὖν ἐστί τις χρῆσις δεξιόν τι φέρουσα τῇ πολιτείᾳ, τούτων ἀναγκαίως καὶ κειμένων καὶ τιμωμένων, ὧν δὲ ἢ οὐδαμῶς ἢ φαύλη ἡ μεταχείρισις, τούτων οὐ μόνον ἀξιουμένων λόγου τι- νὸς, ἀλλὰ καὶ τῆς τῶν νόμων θέσεως διακρινομένων τε καὶ ἀποβλήτων γινομένων. Ταῦτά φαμεν, ἐπεὶ τοῖς πάλαι νόμοις τινὲς ἐκτεθειμένοις περί τε βουλευτῶν καὶ βουλευτηρίων τοῖς μὲν βαρείας τινὰς καὶ δυσυποίστους ἐπέτρεπον λειτουργίας, προνό- μιον δὲ τοῖς βουλευτηρίοις παρεῖχον ἀρχῶν τινων προβολῆς καὶ διοικήσεως αὐτεξουσίου τῶν πόλεων. οἳ νῦν, ὅτι πρὸς ἑτέραν κατάστασιν τὰ πολιτικὰ μεταπεποίηται πράγματα καὶ πρὸς μόνην τὴν βασίλειον πρόνοιάν τε καὶ διοίκησιν ἀνήρτηται πάντα, ὡς μάτην περιπλανώμενοι τῷ νομίμῳ ἐδάφει ἐκεῖθεν τῷ ἡμε- τέρῳ ὑπεξάγονται δόγματι΄.