JGR III 2.45Ut sententiam judices in litteras referant suaque manu obsignent.
ΔΙΑΤΑΞΙΣ μέ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Τῆς ἀσφαλείας τῶν ἤδη φθασάντων κεκρίσθαι πραγμάτων καὶ ὥστε μή τινα ὑποψίαν καὶ ἀμφισβήτησιν ταῖς κρίσεσι παρακολουθεῖν προμηθουμένοις ἡμῖν, καὶ τοῦτο παρέστηκε διορίσασθαι, τὸ ἕκαστον, οἳ κρίνειν καὶ διαλύειν δίκας ἔλαχον, περὶ ὧν ἂν ἐξενέγκοι κρίσιν, ἔγγραφον ἀπολύειν τὴν ψῆφον οἰκείᾳ αὐτοῦ διασημανθεῖσαν χειρὶ, ὥστε μήτε ἐκεῖνον ἔξαρνόν ποτε τοιαύτης καταλαμβανούσης περιπετείας δύνασθαι γεγονέναι, μήθ᾽ ἑτέρῳ τινὶ ἐξεῖναι ὑποβολιμαίαν καὶ νόθον διαπλασάμενον κρίσεως γραφὴν εἴς τινα τῶν κρινόντων ἀναφέρειν αὐτήν. Πᾶς τοίνυν δικαστικῷ τετιμημένος ἀξιώματι οὕτως ἐκ τοῦ παρόντος ποιείτω καιροῦ, ἔγγραφα᾽ ἀπολύων ἃ ἐδίκασε καὶ διασεσημασμένα ὑπὸ τῆς οἰκείας χειρός.