JGR III 2.44A quibus obsignari testamenta oporteat.
ΔΙΑΤΑΞΙΣ μδ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Καὶ πάντα μὲν ἄλλα ὅσα γραφῇ πραγματεύονται ἄνθρωποι, ἀναγκαίως ἐπιζητεῖ τὴν ἀκριβῆ τῆς μαρτυρίας παράστασιν, μάλιστα δὲ ἐκεῖνα, ὅσα τῆς ἀνθρωπίνης πλάσεως εἰς διά λυσιν δρώσης καὶ τῆς ἐκ τοῦ σαρκίου παρισταμένης ἐκδημίας γράμμασιν ἐκτιθέντες, τούτοις τοὺς ἑαυτῶν λογισμοὺς ἀναχωροῦντες τῶν ἀνθρωπίνων καταπιστεύουσιν. ἃ μὲν γὰρ ἔτι περιόντων ἐν βίῳ ἐγράφη, κἂν ᾖ᾽ ἐσφραγισμένα, τούτων φωρᾶται τὰ σφάλματα ἐκ τῆς τῶν λόγων συνεξετάσεως αὐτοῦ τε τοῦ 3. γράψαντος καὶ τῶν, περὶ ὧν τὴν γραφὴν ἐποιήσατο· ἃ δὲ τῆς ἀνθρωπίνης ζωῆς ἀπιόντων διατυποῦται, ταῦτα οὐκ ἂν ᾖ φαύλως ἔχοντα καταμαθεῖν, εἰ μὴ παρῇ ἡ ἐκ τῶν μαρτύρων ἀσφαλὴς ψῆφος. ἀλλὰ γὰρ ἄριστον καὶ τοῦτο τὸ μέρος τῷ νομοθέτῃ διατέτακται, ἐν οἷς βουλόμενος μὴ εἰς ἀνάγκην ὅρκων πολλάκις καθίστασθαι τοὺς μαρτυροῦντας ταῖς διαθήκαις, τὸ βέβαιον αὐτὰς κελεύει σφραγίδι πορίζεσθαι τοῦ λαχόντος τὴν τῶν κήνσων ἐπιστασίαν, ὃς νῦν τὴν τοῦ γενικοῦ προσηγορίαν ἀποφέρεται. καὶ γὰρ τὸ μὴ ὥσπερ ὁμαλὴν καὶ ἕτοιμον ἐν τοῖς ὅρκοις παρέχειν τὴν εἴσοδον, ἀλλ᾽ ἐπισήμῳ σφραγίδι ταῖς διαθήκαις δόντα τὸ βέβαιον τὴν τῶν ὅρκων ἐπίσχεσιν προνοηθῆ- ναι ποιήσασθαι, εὐβουλότατόν τε καὶ ἄριστον. ταῦτα μὲν ἐπὶ τῶν πρόσθεν· ἡ δὲ συνήθεια μετὰ ταῦτα ἐπὶ τοῖς μάρτυσι τὴν σφραγίδα τῇ διαθήκῃ προσμαρτυρεῖν μετήγαγεν ἐκείνου, ὃς δὴ πρὸς τὸ τοῦ κοιαίστωρος ἀναβεβηκὼς ὁρᾶται ἀξίωμα. οὕτω μὲν καὶ τοιαύτη τοῖς πρὸ ἡμῶν ἀρίστη ἀσφάλεια ἔδοξεν. Οἷς ἑπόμενοι καὶ ἡμεῖς, ἵνα μᾶλλον ἀμείνων ᾖ, κελεύομεν τῇ μὲν σφραγίδι τοῦ ἐπὶ τῶν κήνσων καθεστηκότος ἀνδρὸς, ὅτι μηδὲ μέτεστιν αὐτῷ νῦν τῆς τῶν νόμων ἐπιμελείας καὶ διοικήσεως, μηδέν τι πρὸς τὴν ἐπισήμανσιν τῶν διαθηκῶν μετεῖναι (ὥσπερ οὐδὲ ἐπισημαίνονταί γε ταύτῃ), τὴν δὲ νῦν ἀντ᾽ ἐκεί- νης ἐπισημαινομένην αὐτῇ τοῦ κοιαίστωρος σφραγίδα μηδὲ ταύτην μόνον ἐπισφραγίζειν τὰ διατετυπωμένα, ἀλλὰ καὶ τοὺς μεγαλοπρεπεστάτους ἡμῶν μαγίστρους καὶ πατρικίους καὶ τὸν τῆς πόλεως ἔπαρχον καὶ τοὺς ἄλλους, οἳ ἐπὶ τῶν κρίσεων καθεστήκασι, τοῖς ἑαυτῶν σφραγίσμασι τὰς διατυπώσεις τῇ ἀξιο- πιστίᾳ σεμνύνειν. ἀλλ᾽ ἐν μὲν τῇ προκαθημένῃ τῶν πόλεων οὗτοι, ἐν δὲ ταῖς ἄλλαις χώραις καὶ πόλεσιν οἵ τε στρατηγοὶ καὶ οἱ καθ᾽ ἑκάστην ἐπαρχίαν κριταὶ τοῦτο ἴστωσαν καὶ ποιείτωσαν.