IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.43Ut isographis testamenta firmentur, et de eo, si vel tres testes fuerint '.

ΔΙΑΤΑΞΙΣ μγ '. Περὶ τοῦ κυροῦσθαι διὰ ἰσογράφων τὰς διαθήκας, καὶ περὶ τοῦ εἰ καὶ τρεῖς τυγχάνοιεν μάρτυρες. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐχ ὑπὲρ ὧν οἱ προλαβόντες ἡμᾶς τὴν ἀσφάλειαν τοῖς πράγμασιν εἰσηνέγκαντο μέμφεσθαι τούτους ἔχοντες νόμον εἰσάγομεν, ἀλλὰ κἀκείνους ἐν ἀποδοχῇ ποιούμεθα τῆς ἀκριβείας, καὶ τὰ πράγματα, ὅτι μὴ οἷόν τε πρὸς τὸ τῆς γνώμης αὐτῶν ἀκριβὲς ἕπεσθαι, ἐφ᾿ ὅσον ἐγχωρεῖ μὴ ἐκπίπτειν τῆς ὀφειλομένης ὁρίζομεν καταστάσεως. τί οὖν ἐστιν, ὅ φημι; ἐκρίθη τοῖς πάλαι περὶ διαθηκῶν ἐπισκεψαμένοις ὑφ᾽ ἑπτὰ μάρτυσι, πέντε δὲ τὸ ἔλαττον, ταῖς ἀποβιωσίμοις διατάξεσι προσεῖναι τὸ κῦρος, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλ᾽ ὑπάρχειν καὶ γραμμάτων μὴ ἀμαθεῖς τοὺς τὴν μαρτυρίαν κατατιθεμένους, εἰ ' ἐν πόλεσιν εἴησαν αἱ διατάξεις πεποιημέναι, ἐν αἷς οὐκ ἐστιν ἀπορία γραμμάτων· ἐν ταῖς ἄλλαις δὲ χώραις, οὗ μὴ πάνυ τὰ τῆς παιδείας καὶ μαθήσεως ἐπιχωριάζει, ἐκεῖ τὰ τῶν μαρτύρων μὴ ἀκριβολογεῖσθαι, μηδὲ μόνους ἐκείνους ἐπιζητεῖν, οἳ διὰ παιδείας ἤχθησαν, ἀλλ᾽ εἶναι πρὸς τὸ μαρτυρεῖν εἴσοδον καὶ γραμ μάτων ἀμνημονεύτοις. τοῦτο μὲν οὖν, ὅπερ ὁὲ νόμος διώριζε μόναις γίνεσθαι χώραις, ἐν αἷς οὐκ ἐστιν εὐθηνία γραμμάτων, ἡ συνήθεια πανταχοῦ λαβοῦσιν ἔδωκεν πράττεσθαι καὶ τόποις καὶ πόλεσιν, κἂν διὰ μαθήσεως πεπαιδευμένων ἀνδρῶν ὦσιν εὔποροι. ὃ καὶ τῇ βασιλείᾳ ἡμῶν ἀρέσκον ὤφθη καὶ νόμων 10- ἀξιοῦσθαι τῆς βεβαιώσεως. Θεσπίζομενο τοίνυν, ἐν πάσῃ χώρᾳ καὶ πόλει καὶ ὑπ᾽ ἀμαθῶν κυροῦσθαι τὰς διαθήκας, εἰ μόνον ἐκ τοῦ τρόπου τὸ ἀξιόπιστον οἱ μάρτυρες ἀποφέρονται. καὶ τὸν ἀριθμὸν δὲ οὐ μόνον ἄχρι τῶν πέντε περιορίζομεν, ἀλλ᾽ ἐν τόποις, ἐν οἷς ὡς ξ εἰκὸς συμβαίνει σπάνιν ἀνδρῶν εἰς μαρτυρίαν ἀξίων εἰσιέναι, καὶ μέχρι τριῶν φθάνοντα τὸ εὐαπόδεκτον ἔχειν, καὶ εἶναι ἀθετήσεως κρείττω τὴν μαρτυρίαν.