JGR III 2.42De testamento non scripto vel in scripturam redacto.
ΔΙΑΤΑΞΙΣ μβ΄. Περὶ ἀγράφου διατυπώσεως ἢ τῆς ἤδη γραφείσης. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἔοικεν ἡ πολλάκις ἐν τοῖς λόγοις ἐπικαθημένη ἀσάφεια δεινή τις εἶναι σφάλλειν τὰ πράγματα, ὥσπερ τὶς ἀχλὺς ἐφηπλωμένη καὶ τὸ νοερὸν συμφέρουσα τῆς ψυχῆς καὶ τῆς ὀρθῆς τῶν πραγμάτων παραστρέφουσα διοικήσεως. ταύτην οὖν τὴν τῆς ἀσαφείας ἀχλὺν ἐπεὶ κατακεχυμένην ἐγνώκαμεν τῶν δια- τάξεων ἐκείνων, αἳ τὰ περὶ διαθηκῶν ὁρίζουσι, καὶ βλάβην οὐ τὴν τυχοῦσαν τοῖς πράγμασι φέρουσι, καλῶς ἔχειν ὑπελάβομεν τοῦτο ἀνακαθᾶραι, καὶ ὅπως δεῖ κυροῦσθαι διαθήκας ἢ μὴ, ἀναμφισβητήτῳ διορίσαι νόμῳ καὶ μὴ ἀντιλαβὰς ἑκατέρωθεν ἔχοντι. ἤδη γὰρ οἱ πρὸ ἡμῶν περὶ διαθηκῶν διαλαβόντες διχῆ τὰ περὶ τούτων διεῖλον, καὶ ἃς μὲν ἐγγράφως γίνεσθαι ἃς δὲ ἀγράφως ὡρίσαντο, καὶ τρόπον ὑποθέμενοι, δι οὗ ἂν ἑκάστη κυρωθείη τῶν διαθηκῶν, ἡ τε ἔγγραφός φημι καὶ ἡ ἄγραφος· καὶ ἡ μὲν τῆς ἐγγράφου κύρωσις ἐν τῷ τὴν διατύπωσιν ἀπαρτισθῆναι καὶ ταῖς μαρτύρων ὑπογραφαῖς καὶ τοῖς σφραγίσμασιν ἔτι παρόντος ἐν ἀνθρώποις τοῦ διαθεμένου, ἡ δὲ τῆς ἀγράφου ἐν τῷ πέντε μάρτυρας εἰς ἀξιοπιστίαν οὐκ ἀμφιβόλους συνομολογῆσαι λαβεῖν ἀκοαῖς τὰ διατεταγμένα αὐτὰ ἐκείνου τῇ τοῦ διατιθεμένου γλώσσῃ. τούτων δὲ οὕτως ἐχόντων προστάττουσι τὴν ἔγγραφον διαθήκην, εἰ μὴ πάντα ὁμοῦ συνέλθοι εἰς τελείωσιν τῆς γραφῆς ἢ μηνύει τὴν βούλησιν τοῦ διαθεμένου, καὶ μαρτύρων ὑπογραφαὶ ταύτῃ μαρτυροῦσαι τὸ γνήσιον καὶ σφραγίδες ἀξιοπιστίαν παρεχόμεναι ταῖς ὑπογραφαῖς, εἰ μὴ ταῦτα πάντα ὁμοῦ συνδράμῃ πρὶν ἢ ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸν οὗ ἡ διαθήκη, ἀκυροῦσθαι αὐτὴν καὶ ἐγγρά- φως καὶ ἀγράφως. ἐκ τούτου δὴ τοῦ προσδιορισμοῦ πάνυ ἁπλῶς (ἵνα μὴ λέγω κακῶς) ἔχοντος σύγχυσις ἔχει καὶ ἀπορία τὰ περὶ διαθηκῶν πράγματα. οἷς μὲν γὰρ δοκεῖ παντελῶς ὡσπερ τὰ νόθα τῶν σπερμάτων ἐκρίπτειν τὴν διαθήκην, καὶ ἄλλοις μὲν ἐκ τῆς περιουσίας ἐπιτρέπειν ὠφελεῖσθαι, τῷ θανόντι δὲ οὐδὲ τὸ βραχύτατον ὠφελείας ἐκ τῶν οἰκείων μετεῖναι (εἴπερ τὶς θανοῦσιν ὠφέλεια γίνεται· γίνεται δὲ ἀναζώντων ἐνίων εὐεργεσίας ἐλέῳ ἐκ τῆς ἐκείνου ἀποβιώσεως). ἀλλὰ γὰρ, ὥσπερ εἶπον, οἱ μὲν οὕτως ἀξιοῦσι παντελῶς εἴργειν τὸν ἄνθρωπον τῆς τῶν οἰκείων ὠφελείας, οἱ δὲ φιλανθρωπότερον διακείμενοι νέμουσι τῇ μὴ λαβούσῃ διαθήκῃ τὸ τέλειον διὰ τῶν σφραγίδων, εἰ καὶ μὴ ἔγγραφον, ἀλλ᾽ ὁποίαν ἂν ἡ ἀγράφως κυρουμένη διαθήκη λαμβάνοι βεβαίωσιν. οὕτως οὖν τὴν ἀμφισβήτησιν ταύτην πρὸς βλάβην οὖσαν ὁρῶντες τοῖς πράγμασι, τῆς φιλανθρωποτέρας τῶν δικαστῶν μερίδος γινόμεθα, καὶ τοῦ παλαιοῦ νόμου τὸ ἀχλυῶδες καὶ ἀμφίδοξον εἰς ἁπλὴν καὶ τρανὴν μεταβάλλομεν εἴδησιν. Τοιγαροῦν θεσπίζομεν, τὴν κατὰ τὰ ὀφείλοντα ταῖς ἐγγράφοις διαθήκαις παρακολουθεῖν ἀτελῆ διαθήκην, εἰ διὰ μαρτυρίας ἀγράφου πίστεως οὐκ ἀπορεῖ, βεβαίαν εἶναι κατὰ τὴν τῶν ἀγράφων διαθηκῶν κύρωσιν· εἰ δ᾽ ἀπορεῖ τῆς διὰ μαρτύρων πίστεως, τότε ὡς μηδὲν ἔχουσαν ἀληθείας ἐχέγγυον ἀκυροῦσθαι. τίς γὰρ ἀκολουθία, μᾶλλον δὲ πῶς οὐ παντάπασιν ἄλογον καὶ ἀνόητον, νῦν μὲν τοὺς μάρτυρας τοιαύτης ἀξιοῦσθαι ἀποδοχῆς, ὡς καὶ τὰ μηδ᾽ ὅλως γραφῇ δοθέντα κυροῦν, νῦν δ᾽ αὐτοὺς παρὰ φαῦλον τίθεσθαι, ὡς μὴ ὄντας ἀξίους τὰ διὰ γραφῆς δηλούμενα βεβαιοῦν; καίτοιο τρόπον τινὰ ἐνταῦθα ἰσχυροτέρα γίνεται ἡ πίστις. πῶς δὲ οὐχὶ μετὰ τοῦ παραλό - γου καὶ ἀναιδῆ τοῦ δικαίου προδοσίαν ἔχει; τί γὰρ, εἰ τῆς διατάξεως ἀρχὴν μὲν λαβούσης γραφῇ δίδοσθαι καὶ τὰ διατε ταγμένα ἀκοαῖς ἐνηχήθησαν οἱ τούτοις τὴν ἀξιοπιστίαν χαριζόμενοι μάρτυρες, εἶτα ἢ τὸν γραφέα νόσος κατέσχεν ἢ καὶ θάνατος αὐτὸν προανήρπασε, μετ᾿ οὐ πολὺ δὲ καὶ τὸν διαθέμενον (οἷα πολλὰ τοῖς ἀνθρώποις ἀπροόρατα συμπτώματα ἔρχεται), διὰ τοῦτο ἄδικα πείσονται στερούμενοι τῆς ἐν τῇ βουλῇ τοῦ θανόντος κειμένης εὐεργεσίας οἱ ταύτης ἀπολαύειν παρ᾽ αὐτοῦ ἠξιωμένοι; καὶ τὸ σχετλιώτατον, οὐ μέχρι τῶν ζώντων ἕστηκε τὸ κακὸν, ἀλλὰ καὶ τὸν θανόντα διώκει, καὶ ἀποστερεῖ τοῦτον (ὅσον ἧκεν εἰς γνώμην τῶν ἀκυρούντων τὴν διαθήκην) τῆς παρὰ τοῦ οἰκτίρμονος θεοῦ συμπαθείας, ἧς μεθέξειν αὐτὸν ἐλπὶς ἐκ τοῦ εὖ ἑτέροις γενέσθαι ἐκείνου τῶν ἀνθρωπίνων ἀπογενομένου. διὰ τοῦτο ταῦτα συνεγνωκὸς τὸ ἡμέτερον κράτος σαφῆ καὶ ἀναμφίβολον ἐθέσπισε τύπον, ὡς, εἴπερ μόνον οἱ μαρτυροῦντες φαῖεν οἰκείαν τοῦ ἀνθρώπου τὴν διαθήκην, μὴ ἀθετεῖσθαι αὐτὴν ἀλλὰ βεβαίαν εἶναι, κἂν μὴ μόνον αἱ σφραγίδες ἐνεδέησαν ἐπικεῖσθαι, ἀλλὰ καὶ αἱ τῶν μαρτύρων ὑπογραφαὶ μετὰ σφραγισμάτων ἐλλείπουσιν.