IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.41Ut in civitatibus quinque, in itineribus vero et agris tres testes ad testamentorum fidem sufficiant.

ΔΙΑΤΑΞΙΣ μα΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ '.

Abrir no leitor do IusCommune →

0

pr.Ἐν πᾶσι μὲν τοῖς κατὰ τὸν βίον πράγμασιν, ὅσα τὴν διὰ μαρτύρων ἀπαιτεῖ πίστιν, ὀφειλόμενόν ἐστι προσεῖναι τὴν διὰ τούτων βεβαίωσιν, μάλιστα δὲ χρήζουσι διατάξεις, αἳ γίνονται πρὸς τὴν τελείαν ἡμῶν τῆς ζωῆς ἡμέραν ἀποβλεπόντων, της τοιαύτης βεβαιώσεως. οὐ γάρ ἐστι περιλειπόμενος τρόπος, ὃς ὀρθῶς αὐταῖς διαιτήσει, εἰ μὴ τὸ ἐκ τῶν μαρτύρων πρόσεστιν ἀσφαλές. ἔδει οὖν, ὅσον ἀναγκαῖον τυγχάνει βεβαίας εἶναι τὰς 5΄ ὑπὸ τῶν ἐκ τοῦ ζῆν ἀπιόντων ἀνθρώπων πραγματευομένας διατυπώσεις, τοσοῦτον αὐτὰς ἀσφαλίσασθαι διὰ τῆς μαρτυρίας. ἀλλ᾽ ἐπεὶ ὁρῶμεν πολλάκις ὑπὸ τῆς ἀπορίας τῆς ἣν ἐπιζητεῖ ἀκριβείας τὰ πράγματα πρὸς τὴν ἐνδεχομένην κατάστασιν μὴ καθιστάμενα (μὴ γὰρ παρόντος χρῆσθαι τῇ ἀκριβείᾳ, ἀνάγκη χρῆσθαι καθὼς ἄν τις εὔπορος ᾖ), οὐκ ἔξω προνοίας ἡμῖν ἐφάνη καὶ περὶ τοῦ ἀριθμοῦ τῶν ταῖς διαθήκαις ὀφειλόντων μαρτύρων παρεῖναι διορίσασθαι. τοῦτο μὲν οὖν εἰς νοῦν ἦλθε καὶ τῷ ἀειμνήστῳ ἡμῶν πατρὶ διαιτῆσαι, πλὴν ἔοικεν οὐ πάνυ τὶ ἀκριβῶς ἔχειν τὸ διορισθέντ. τῶν γὰρ πρὸ αὐτοῦ νομοθετῶν οὗ μὲν ἑπτὰ παραλαμβάνεσθαι μάρτυρας οὗ δὲ πέντε γνώμην ἐξενηνοχότων (ἑπτὰ μὲν ἐν πόλεσιν ἃς εἰκὸς πολυανδρουμένας μὴ ἀπορίαν ἔχειν, πέντε δὲ ἐν τοῖς ἀγροῖς καὶ ὁδοιπορίαις διὰ τὴν πολλάκις φθάνουσαν τῶν εἰς πίστιν ἀξίων περιτυγχανόντων ὀλιγότητα), τούτων οὕτως ἐπ᾿ ἐκείνων διακριθέντων, 20ὰ καὶ ὁ ἡμέτερος πατὴρ τὸν ὑπερέχοντα ἀριθμὸν παριδὼν ἔν τε πόλεσιν ὁμοίως καὶ ἀγροῖς καὶ ὁδοιπορίαις ἀπένειμε τὴν διὰ πέντε μαρτύρων ταῖς διαθήκαις βεβαίωσιν, πρὸς τὴν νῦν κατασχοῦσαν τὸν βίον ἔνδειαν τῆς ἀρετῆς ὡς ἐμοί γε δοκεῖ ἀπιδών. ὅμως, ὅπερ εἴρηται, οὐ πάνυ τις ἀκρίβεια τῷ δόγματι πρόσεστι. τάχα γάρ τις ἐρεῖ, ὡς οὐκ ἴσον ἐχρῆν ἀπονεῖμαι τὸν ἀριθμὸν, ἀλλ᾽ εἰς τὸ βραχύτερον συστεῖλαι τὴν ἐν ἀγροῖς καὶ ὁδοιπορίαις γενομένην μαρτυρίαν. Ὃ οὖν ἐκεῖνος παρεῖδεν, τοῦτο ἡμεῖς οὐ παριδόντες, θεσπίζομεν, ἐν μὲν ταῖς πόλεσι τὴν διὰ πέντε μαρτύρων χορη γουμένην ταῖς διατάξεσι κύρωσιν τυγχάνειν ἀποδοχῆς, ἐν ὁδοιπορίαις δὲ καὶ ἀγροῖς καὶ ταῖς ἄλλαις ὀλιγανδρούσαις χώραις εὐαπόδεκτον εἶναι καὶ τὴν διὰ τριῶν.