JGR III 2.40Ut captivi testamenti factionem habeant et ne servi eorum, qui intestati et sine herede decedunt, fisco inferantur.
ΔΙΑΤΑΞΙΣ μ '. Περὶ τοῦ τοὺς ἐν αἰχμαλωσίᾳ διατίθεσθαι καὶ περὶ τοῦ μὴ εἰσκομίζεσθαι τοὺς οἰκέτας τῶν ἀδιαθέτων καὶ ἀκληρονομήτων τελευτώντων. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Οἱ πάλαι τῆς τῶν νόμων ἐκθέσεως πεποιημένοι τὴν πρόνοιαν πολλὰ τῶν τοῦ βίου πρὸς κατάστασιν ἀγαγόντες, καὶ μαρτύριον ἱκανὸν τῆς αὑτῶν φιλανθρώπου γνώμης τοὺς νόμους καθ᾽ οὓς ἡ πολιτεία διευθετεῖται καταλελοιπότες, οὐκ οἶδα ὅπως τὸ περὶ τῶν αἰχμαλώτων μέρος, οἷς οὐ διδόασι κυριότητα περὶ τῶν ἰδίων πραγμάτων διατίθεσθαι, οὐχ ὁμοίως τῇ ἄλλῃ τούτων ὁμολογεῖν πεποιήκασι φιλανθρωπίᾳ. ἃ μὲν γὰρ περὶ διαθηκῶν αὐτοῖς ἡ νομοθεσία περιέχει, λίαν φιλανθρώπως νενομοθέτηται. τὸ γὰρ ἐνίοτε μαρτύρων καταλαμβανούσης ἀπορίας ὁρίσαι καὶ ἀριθμῷ ἐλάττονι μαρτύρων ἐπισφραγίζεσθαι τὰ διατετυπωμένα, οὐ μὴν ἀλλὰ καὶ ἀμαρτύρους πολλάκις οὔσας κυροῦσθαι τὰς διατάξεις (ὥσπερ ἐπὶ τῶν ἐν παρατάξει πιπτόντων ὡρίσατο), μεγάλη τῆς φιλανθρωπίας ἀπόδειξις· ἡ δὲ περὶ τῶν αἰχμαλώτων νομοθεσία οὐκέτι ἀδελφὴ οὖσα τῶν εἰρημένων ὁρᾶται οὐδὲ τῆς αὐτῆς ἀποκνηθεῖσα φιλανθρωπίας. οἷς γὰρ οὐ παραχωροῦσιν αὐτοῖς περὶ τῶν οἰκείων διατάττεσθαι, οὐ μόνον οὐχὶ φιλάνθρωπόν τι περὶ αὐτῶν ἐγνώκασιν, ἀλλὰ καὶ 24΄ τρόπον ἕτερον τὴν αἰχμαλωσίαν ἐπιτείνουσι. πῶς γὰρ οὐχὶ τούτους πάλιν αἰχμαλωτίζουσιν; ἢ πῶς οὐκ αὔξεται τὸ δεινὸν καὶ ἄλγος ἀπαραμύθητον, καὶ τοῦ θανάτου κέντρον ἐπωδυνότερον κατὰ τῆς καρδίας αἰχμάλωτος φέρων ἄπεισι τῶν ἀνθρωπίνων, ὅταν οὐ μόνον ἐν αἰχμαλωσίᾳ καταστρέφῃ τὸν βίον, ἀλλὰ καὶ εἴ τινα ἐν τοῖς ὁμοφύλοις οἶδεν ἑαυτῷ προσοῦσαν ὕπαρξιν, περὶ ταύτης οὐκ ἐστὶ βουλεύεσθαι κύριος, ἀλλ᾽ ἐξωθεῖται τῶν οἰκείων ὡς ἀλλοτρίων, καὶ τῶν πόνοις οἰκείοις κτηθέντων τῆς οἰκονομίας ἐκβάλλεται, ὧν ἐκεῖνος προκινδυνεύων εἰς τὰ τῶν δορυλήπτων κατέστη δεινά; πῶς δὲ, εἴ τινές εἰσι τῷ αἰχμαλώτῳ κατὰ γένος διαφέροντες ἢ τέκνα ἢ γυνὴ ἢ ἀδελφὴ ἢ ἕτεροι οὓς ἐπικλήρους οἶδεν ὁ νόμος, οὐχὶ πάντες ὁμοίως πρὸς τὴν ἐξ ἀδιαθέτου ἐρχομένην αὐτοῖς κληρονομίαν ἀποβλέψαντες τῇ ταύτης ἐλπίδι τὴν περὶ τοῦ συγγενοῦς αἰχμαλώτου τῆς ἐλευθερίας παρήσουσιν ἐπιμέλειαν; ἴσμεν γὰρ τὸ ἀνθρώ πινον, ὡς εὐαρίθμητοι λίαν φίλτρον ἀληθινὸν διασώζουσι καὶ τούτου μόνον ἕνεκα πρὸς βοήθειαν τῶν ἀλγεινοῖς περιστοιχιζομένων ἡ γνώμη αὐτοῖς ἐπεγείρεται, οἱ πλεῖστοι δὲ προσδοκίᾳ τοῦ τυχεῖν τινος χάριτος ἐπὶ βοήθειαν χωροῦσι τῶν χρηζόντων τῆς βοηθείας. πόθεν οὖν ὑπὲρ τῶν αἰχμαλώτων ἢ τῶν συγγε- νῶν τις ἢ ἕτερος ἀναλάβοι φροντίδα; εἰ μὲν γὰρ ἦν ἐπ᾿ ἀδείας αὐτοῖς περὶ τῶν οἰκείων βουλεύσασθαι, ἔμελλόν τινες ἀναλογιζόμενοι ὡς οὐκ ἀκερδὴς αὐτοῖς ἔσται ὁ πόνος, μὴ ῥᾳθύμως αὐτὸν ἀναδέχεσθαι· ἐνενόουν γὰρ ὡς εἰκὸς, ὡς ἢ τῆς σπουδῆς αὐτῶν εἰς πέρας διεξελθούσης καὶ τῶν αἰχμαλώτων ἐλευθερίας τυχόντων ἕξουσί τινα χάριν ὑπὲρ ὧν διεσπούδασαν, ἢ κἂν τὴν ἐκείνων σπουδὴν ὁ θάνατος προφθάσας ἐν δεσμοῖς ὄντα λάβοι τὸν ἄνθρωπον, ἐν τῇ περὶ τῶν οἰκείων διατάξει ἔσται τινὸς πλείονος ἀξιῶν μερίδος τὸν ὑπὲρ αὐτοῦ πεφροντικότα τῶν ἄλ λως ἠμεληκότων· οὐ γὰρ ἀμνημονήσειν αὐτὸν καὶ παρὰ φαῦλον τοὺς πόνους ποιήσεσθαι ὑπελάμβανον. τούτοις οὖν ὥσπερ ἔφην τοῖς λογισμοῖς ἔμελλόν τινες οὐ ῥᾳθύμως εἰς τὴν ὑπὲρ ἐλευθερίας τῶν αἰχμαλώτων σπουδὴν διανίστασθαι· νῦν δὲ, τῶν μὲν κωλυομένων διατάττεσθαι, τῶν δὲ ἐξ ἀδιαθέτου κληρονόμων εἰς τὴν ὕπαρξιν ἐμβαινόντων, οὐκ οἶδα εἴ τις εὑρεθείη τοὺς ὑπὲρ τῆς ἀναῤῥύσεως πόνους ἀναδεξόμενος. ἥ τε γὰρ ἐλπὶς τῆς ἐξ ἀδιαθέτου κληρονομίας, καὶ ἡ ἐνθύμησις τοῦ μή ποτε διὰ κενῆς κάμοι, τὰς ἑαυτοῦ σπουδὰς τοῦ θανάτου προλαβόντος καὶ τὸν αἰχμάλωτον ἐξ ἀνθρώπων ἀφανίσαντος, ὀκνηρότερον (ἵνα μὴ λέγω παντελῶς ἀπρόθυμον) ποιεῖ πρὸς τὴν ἐπιχείρησιν, ὅπερ οὐκέτι ὁμοίως συνέβαινεν, εἰ μὴ ἄκυρον αὐτοῖς ἡ νομοθεσία εἰργάζετο τὴν διάταξιν. εἰ δὲ γὰρ λύτρον ψυχῆς ἡ ἰδία κτῆσις, πῶς οὐχὶ καὶ κατὰ τοῦτο ἀδικίαν ἀκροτάτην ὑπομένουσιν οἱ αἰχμάλωτοι, οὐκ ἐώμενοι παρὰ τοῦ νόμου περὶ τῶν προσόντων ὁρίζειν, ἂν τοῦτο βούλωνται, ὑπὲρ ψυχῆς αὑτῶν τινα διανενεμῆσθαι τῶν πραγμάτων; ἔτι γε μὴν καὶ τὰ περὶ ἐλευθερίας ἀτόπως ἐκ τούτου διακείμενα, καὶ τὸ μᾶλλον ἀτοπώτατον, ὅτι μὴ διδομένης ἀδείας τοῖς αἰχμαλώτοις διαθέσθαι ἀνακύπτουσι πολλάκις τῆς ὑπάρξεως κτήτορες, οὓς ἡ τῶν ἐχθίστων εἶχε μοῖρα καὶ οὐδ᾽ ἐνορᾶν αὐτοὺς ἐν ζῶσιν ὄντες ἠνείχοντο, οὗ τί ἂν εἴη φαυλότερον; τοῦτο οὖν οὕτως ἔχον οὐκ 15΄΄ ἔδοξε τῇ βασιλείᾳ ἡμῶν δίκαιον παριδεῖν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς ἄλλοις κατὰ δύναμιν τὴν παρὰ τοῦ κρείττονος διδομένην ὥστε τὴν ἡμετέραν πολιτείαν εὖ διοικονομεῖσθαι πεφροντίκαμεν, οὕτω πρὸς τὸ ἄμεινον καὶ τὰ περὶ τῶν αἰχμαλώτων ἐπανορθοῦν διεγνώκαμεν. Θεσπίζομεν τοίνυν, ἀπὸ τοῦ παρόντος μηδαμῶς τοὺς ἐν αἰχμαλωσίᾳ τῷ ἀπείργοντι αὐτοὺς διατίθεσθαι νόμῳ ὥσπερ καὶ τὸ πρότερον ὑποκεῖσθαι, ἀλλ᾽ ἐξεῖναι τούτοις, εἰ μὲν οἷόν τε παρουσίᾳ πέντε μαρτύρων, εἰ δὲ μὴ τριῶν, εἴτε γραφῇ παραδοῦναι τὴν βούλησιν εἴτε ἀγράφῳ διατάξει ἐκτίθεσθαι, δη λονότι ὅρκῳ βεβαιούντων τῶν εἰς τὴν μαρτυρίαν παραληφθέντων τὸ ἀπαραποίητον τῇ τοῦ τελευτήσαντος διατυπώσει, ἄντε παίδων ὄντων ἐκείνους καταλείποιτο τῆς περιουσίας κυρίους, ἄντε μὴ παῖδας ἔχων ἑτέρους εἰς τὸν κλῆρον εἰσάγῃ. οὐ γὰρ δίκαιον ἡγούμεθα, τοὺς ἐπίσης μετέχοντας τοῦ κοινοῦ τῆς πο λιτείας ὀνόματος μὴ ἴσῃ μοίρᾳ τῶν τοῦ νόμου δικαίων τιμᾶσθαι, καθ᾽ οὓς τὸ ὁμόφυλον πολιτεύεται, ἀλλὰ τοὺς μὲν ἀπειράτους αἰχμαλωσίας ἔχειν ἐξουσίαν ὡς αὐτοῖς δοκεῖ περὶ τῶν ἰδίων βουλεύεσθαι, τοὺς δὲ μὴ, ὥσπερ ἔγκλημα ἔχοντας ὅτι προπολεμοῦντες τῶν ὁμοφύλων εἰς πεῖραν ἁλώσεως ἦλθον. εἰ μέν31΄· τοιγέ τις τῶν δορυαλώτων ἢ ἐθελοντὴς ἢ ὑφ᾽ ὧν κατέχεται βίαν ὑπομένων ἐπὶ ταύτην ἔλθοι τὴν γνώμην, ὥστε τὰ αὑτοῦ πράγματα εἰς τοὺς πολεμίους χωρεῖν διατυπῶσαι, τότε οὐδαμῶς τὰ δεδογμένα βέβαια ἔσται, ἀλλ᾽ ὡς μὴ κατὰ τὸ πρέπον τῷ χριστιανῶν πολιτεύματι γεγενημένη ἐκπεσεῖται ἡ διάταξις. Ταῦτα μὲν διωρίσθω περὶ τῶν διαθήκῃ τὸ τῆς ζωῆς τέλος προφθάσαι διανοηθέντων. εἰ δ᾽ ἡ τέλειος ἐπιστᾶσα τοῦ βίου ἡμέρα ἐξ ἀνθρώπων ἀδιάθετον ἀφανίσοι τὸν ἄνθρωπον, παρόντων μέν τινων οἷς ὁ κλῆρος διαφέρει ἀνιόντων ἢ κατιόντων, πρὸς αὐτοὺς ἡ περιουσία πορεύσεται, μὴ ὄντων δέ τινων προσώπων, πρὸς οὓς ἡ κληρονομία ὁρᾷ τῶν τοῦ ἐξ ἀνθρώπων ἀφα νισθέντος αἰχμαλώτου πραγμάτων (φημὶ δὴ μήτε οὓς ἀνιόντας μήτε οὓς κατιόντας οἰκειοῦται τὸ τοῦ τεθνηκότος γένος), πρότερον σκοπεῖν μὲν κελεύομεν, εἴ τισιν ὑπόχρεως ἦν, καὶ τῶν χρεῶν ὑπεξαιρουμένων τὰ περιλειπόμενα πράγματα διχῆ διαιρεῖσθαι, εἴς τε τρίτον καὶ δίμοιρον, καὶ τὸ μὲν τρίτον εἰς τὴν ὑπὲρ ψυχῆς διανομὴν ἀφορίζειν, τοῦ δὲ ἑτέρου μέρους ἐν τοῖς α βασιλείοις ταμείοις γίνεσθαι τὴν ἀνάληψιν, ἄνευ μέντοιγε τῶν οἰκετῶν. ταῦτα γὰρ, εἰ μὴ τῶν χρεῶν ἡ ἐκπλήρωσις ἐκποδὼν σταίη, πάντα ἐλευθερί, τετιμῆσθαι βουλόμεθα. τὸν αὐτὸν δὲ τύπον τηρεῖσθαι τῆς τῶν πραγμάτων διοικήσεως καὶ ἐφ᾽ ὧν οὐ πάρεισι χρέα, ὅταν ὡς εἴρηται κληρονόμων ᾿ἄπορος ἀπίοι τοῦ βίου ὁ τῇ αἰχμαλωσίᾳ κάτοχος. Ἡ μὲν οὖν εἰς ἐπίνοιαν ἡμῶν ἥκουσα περὶ τῆς νομοθεσίας ἡ τοὺς αἰχμαλώτους ἐλύπει διόρθωσις, διὰ τοῦδε τοῦ θείου ἡμῶν νόμου ἐκτέθειται, ἡ δὲ σὴ μεγαλοπρέπεια τὸ θέσπισμα τοῖς ὑπὸ χεῖρα ἐγνωσμένον καταστησάτω, ὡς ἂν δήλου πᾶσι γεγονότος, ἅπαντες περὶ τῶν οἰκείων, καὶ οὓς ἡ αἰχμαλωσία ἔχει, ὡς ἂν ἐθέλωσι διορίζωνται.