IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.39Ut prodigus quae ex re ipsius sint facere possit.

ΔΙΑΤΑΞΙΣ '. Περὶ τοῦ τὸν ἄσωτον τὰ συμφέροντα διοικεῖν. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐδεὶς ἐν ἀνθρώποις οὕτως εἰς ἄκρον κατήντησε τελειότητος, ὡς μηδέποτε ἀσύμφορόν τι ἑαυτῷ πραγματεύεσθαι, καὶ οὐδεὶς οὕτως οἶμαι δυστυχὴς ἄκρως εἰς φρένας, ὡς μὴ πολλάκις ἑαυτῷ χρήσιμος γενέσθαι. οὔτε γὰρ τὸν πάντη τῇ ἑαυτοῦ συνέσει θαῤῥοῦντα πάντα πράττειν ἀνεμεσήτως ἐᾷ τὸ θεῖον, οὔτε τὸν ἐνδεᾶ συνέσεως πλάστης ὢν καὶ τοῦ ἰδίου πλάσματος κηδεμὼν διὰ παντὸς ἀφίησι τῇ ἀσυνεσίᾳ σφάλλεσθαι. τοῦτο ἐπροοιμιασάμην δ᾽ ἐκεῖνον τὸν νόμον, ὃς παντάπασιν ἀποκωλύει τὸν ἄσωτον περὶ τῶν οἰκείων ἢ βούλεσθαί τι ἢ διατίθεσθαι. καίτοιγε ἐχρῆν ἐνορῶντα εἰς τὰ οἰκονομούμενα πρὸς τὴν ἐκείνων θεσπίζειν κατάστασιν ἀλλὰ μὴ οὕτως ἁπλῶς, καὶ εἰ μὲν ἀσύμφορόν τι διῳκονόμητο, μὴ δέχεσθαι, εἰ δὲ λυσιτελὲς, καταδέχεσθαι· νῦν δὲ οὐδὲν τοιοῦτον διορίζει, ἀλλὰ καθάπαξ ἀποκλείει τῷ ἀσώτῳ τὴν περὶ τῶν οἰκείων βουλήν. Τοῦτο ἡμεῖς ὀρθῇ ψήφῳ μὴ προσήκειν ὑπολαμβάνοντες διαστειλάμενοι θεσπίζομεν, ἃ μὲν κρίσις ἐσφαλμένη καὶ τὸν ἄσωτον χαρακτηρίζουσα λέγει, μήτε ἀποδοχῆς μήτε κυρώσεως ἀξιούσθωσαν, ἃ δὲ πρὸς τὸ λυσιτελὲς ὁρᾷ, μηδαμῶς ἀναπόδεκτα τυγχάνειν μηδ᾽ ἀθετεῖσθαι. τί γὰρ, εἰ ὁ ἄσωτος κλῆρον. τοῖς οἰκείοις ἐβουλήθη καταλιπεῖν, ἢ πένησι τὰ ἑαυτοῦ διανεῖμαι, ἢ οἰκετῶν τὸν βαρὺν τῆς δουλείας ἀπαυχενίσαι κλοιὸν, ἆρ᾽ ὅτι ἄσωτος, διὰ τοῦτο μὴ ἐξεῖναι αὐτῷ τοιαῦτα βούλε- α σθαι; τί δὲ, εἰ χωρίον ἔχων ἑαυτῷ ἐπιζήμιον, ἄλλος δέ τις τῶν δυναμένων θεραπεῦσαι τὴν ζημίαν βουληθεὶς αὐτοῦ ἐν κτήσει γενέσθαι πλέον ἢ ὅσου ἄξιον τὸ χωρίον ἀντιδιδοὺς ἐκείνῳ τὴν ζημίαν κουφίζει, ἄρ᾽ ἡ ἀσωτεία τὴν ἐκείνῳ συμφέρουσαν καὶ βουλὴν καὶ πραγματείαν κωλύει; ἀλλ᾽ οὐχ ὁρῶ τὸν τρόπον. ὅπερ οὖν ἔφην, τῶν πραγμάτων τηρείσθωσαν αἱ καταστάσεις· κἂν μὲν ἐκεῖναι οὐδέν τι τοῦ ἀσώτου τρόπου ὀφθείησαν ἔχουσαι, εἶναι βεβαίους τὰς διατάξεις, εἰ δ᾽ ἁμαρτάνουσαι τοῦ σώφρονος λογισμοῦ φαίνοιντο, μήτ᾽ ἀποδοχῆς μήτε βεβαιώ σεως ἀξιούσθωσαν.