IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.38Ut imperatoris servi de rebus suis quomodo velint statuere possint.

ΔΙΑΤΑΞΙΣ λή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ '. Ἐμοὶ δοκεῖ καὶ τοῦτο πλεονεξία τὶς εἶναι, εἰ καὶ τὸ πρᾶγμα σχῆμα εὐπρόσωπον ὑποδύεται τὴν ἐκ τοῦ νόμου διάταξιν, λέγω δὴ τὸ μὴ τοῖς οἰκέταις παραχωρεῖν περὶ τῶν οἰκείων πραγμάτων διατίθεσθαι, ἀλλὰ τῶν καμάτων αὐτῶν καὶ τῶν ὡς εἰκὸς πολυπόνων μόχθων τὴν κτῆσιν τὴν ἑκάστου δεσποτικὴν χεῖρα συλλέγειν· καὶ θαυμάζω τὸν ἐξ ἀρχῆς θέμενον τὸν νόμον, πῶς οὐδέν τι μέτριον καὶ ἐπιεικὲς τούτῳ προσένειμε. πλὴν ἀλλ᾽ οἳ τε πατέρες τοῦ τοιούτου νόμου καὶ ὁ νόμος ἐχέτωσαν παρὰ τοῖς ἄλλοις τὸ ἀποδεκτὸν, ὡς ἡ ἑκάστου φέρει γνώμη, ἐγὼ δὲ τούτοις οὐδαμῶς ἀπονέμω χώραν ἀποδοχῆς οὐδ᾽ ἐπὶ Η τοῖς ἐμοῖς οἰκέταις συγχωρήσω κεῖσθαι τὸ δόγμα πᾶσαν ἄδειαν περὶ τῆς τῶν πραγμάτων διοικήσεως τούτοις παρεχόμενος.

Abrir no leitor do IusCommune →

0

pr.Τοιγαροῦν ἀπὸ τοῦ νῦν καὶ πρὸς τὸν μετέπειτα βίον ἔστωσαν οἱ βασιλέως οἰκέται τὰ οἰκεῖα πράγματα ἀληθῶς οἰκεῖα κεκτημένοι ἐν τῷ μὴ τὴν ἐξουσίαν ἀφαιρεῖσθαι ὡς ἂν βούλωνται περὶ αὐτῶν ὁρίζειν, ἄν τε πρὸς ἡλίου αὐγὰς περιστρέφωνται ἄν τε τὸν βίον ὦσι καταλύοντες, μηδ᾽ ἕνεκα τῆς δουλείας ὧν ὑπῆρχον κύριοι πραγμάτων ἐξωθούμενοι τῆς κυριότητος. περὶ μὲν οὖν βασιλέως οἰκετῶν οὗτος κεκαινίσθω καὶ κρατείτω νόμος, τοῖς δ᾽ ἄρχουσι καὶ τῷ ἄλλῳ τῆς πολιτείας πληρώματι, εἴ γε μὴ βούλοιντο πρὸς τὴν ἡμετέραν γνώμην ἀφορᾶν, ἐξέσται πρὸς τὸν ἀρχαῖον περὶ τῶν δουλικῶν πραγμάτων νόμον ὁρᾶν.