IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.37Ut domini testamento manumissus, si illum decessisse aditamque ejus hereditatem esse ignoret, testari possit.

ΔΙΑΤΑΞΙΣ λζ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ '.

Abrir no leitor do IusCommune →

0

pr.Καὶ τῷ παρόντι νόμῳ ἐλλείποντι πρὸς τελείαν κατάστα- σιν ὅπερ ἐνδεῖ τούτου τῇ προσθήκῃ τὸ πρέπον αὐτῷ ἀποδιδόαμεν σχῆμα. φησὶ τοίνυν περὶ οἰκέτου ἐν δεσποτικῇ αὐτοῦ διατυπώσει ὁρισθέντος ἐλευθερίας ἀξιωθῆναι, ἀγνοοῦντος δὲ τὸ διάταγμα καὶ διὰ τοῦτο λογισμοῖς ἀμφιβόλοις ἐλευθερίας ἀντεχομένου, τέως μὲν μηδαμῶς αὐτὸν διὰ τὴν ἄγνοιαν τῆς ἐλευ- θερίας ἀποστερεῖσθαι, ἀλλὰ διάγειν αὐτὸν ἐλευθέρως, διατίθεσθαι δὲ αὐτὸν ὡς ἐλεύθερον ἐπ᾿ ἀδείας μὴ ἔχειν· οἷον μεταγνοὺς μέχρι τέλους ἣν δίδωσιν ἐλευθερίαν αὐτῷ παρεῖναι. μὴ γὰρ οὔσης ἐξουσίας ὡς ἐλευθέρῳ διατίθεσθαι τὰ οἰκεῖα, πῶς οὐχὶ πάλιν πρὸς τὴν προτέραν ἐπανήξει δουλείαν; Ἡμεῖς οὖν φαμὲν, ἐπειδήπερ τάξιν καὶ διαγωγὴν ἐλευθέραν παρέσχεν ὁ νόμος, καὶ τὰ ἄλλα παρέξειν ἃ τῇ ἐλευθερίᾳ συνέπεται. εἰ γὰρ κωλύειν αὐτὸν ἔδει τὰ τῶν ἐλευθέρων πράττειν, τί τὴν ἐλευθερίαν᾽ οὐκ ἐκώλυσεν; ἀλλὰ τούτων ἄξιον κρίνων, πῶς οὐχὶ κἀκείνων ἀξιώσει τῶν πραγμάτων, ἃ ποιεῖν κυρίως ἔχει τὸ τῆς ἐλευθερίας ἀξίωμα; ἔστω τοιγαροῦν ὁ ἠλευθερωμένος ἀληθῶς ἐλεύθερος, καὶ διατιθέσθω περὶ τῶν οἰκείων, ὅσα δεσποτικὴ γνώμη ἔδωκεν αὐτῷ ἀναφαίρετα, ὡς ἂν βούλοιτο διατίθεσθαι. οὐ γὰρ πρέπον ἐν τῷ φανερῷ τιμὴν τῆς ἐλευθερίας λαβόντα δ᾽ ὑπόληψιν ἄδηλον ἀτιμάζεσθαι καὶ τοῦ διατιθέναι ἀπείργεσθαι.