IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.36Ut succedat captivi filius '.

ΔΙΑΤΑΞΙΣ λς΄. Περὶ τοῦ κληρονομεῖν τὸν τοῦ αἰχμαλώτου παῖδα. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Εἰ τῆς πολιτείας ἐρείσματα καὶ κρηπῖδες οἱ νόμοι, εἴ γε μέλλοι αὐτὴ ἐν τῷ ἀσφαλεῖ εἶναι, τοὺς νόμους χρὴ τὸ ὑγιὲς διασώζειν. νόμου δὲ ὑγείαν τί ἄν τις ἄλλο ἢ τὸ δίκαιον φαίη; περὶ τούτου οὖν, ὥστε δικαίως διακεῖσθαι τοὺς οἳ τὴν ἡμε τέραν ἄγουσι πολιτείαν νόμους, ἀεὶ στρέφοντες τὴν διάνοιαν, καὶ τὸν νόμον ἐκεῖνον, ὃς βούλεται τὸν ἐκ δύο αἰχμαλώτων μηδὲ κληρονομεῖν τῶν διαφερόντων τοῦ ἐν τοῖς πολεμίοις μεμενηκότος, τοῦτον οὖν κατανοήσαντες κινδυνεύοντα τῆς τῶν νόμων ὑγείας (ἥπερ ' ἐστὶ τὸ δίκαιον) ἀποστερεῖσθαι, μετάσκευάζειν αὐτὸν πρὸς τὸ ὑγιὲς προεθυμήθημεν. ὅτι γὰρ οὐκ ἐνδίκως ταῦτα ὁρίζει, οὐ χαλεπὸν συνιδεῖν. τίνα γὰρ ἰσχὺν ἡ τῶν τόπων ἰδιότης ἔχει ὁρίζειν τῷ παιδὶ τὴν κληρονομίαν; οὐ γὰρ δὴ ἐκεῖνό τις ἀνθυποφέρει, ὡς δούλου χρηματίζοντος τοῦ γονέως διὰ τὸ δουλικὸν σχῆμα ὁ παῖς ἀπόκληρος ἔσται. πῶς γὰρ ὁ νόμος τῆς πολιτείας, ὃς εἰ τῷ αἰχμαλώτῳ λύσις ἐγεγόνει τῆς αἰχμαλωσίας, ἐλεύθερον τοῦτον ἐγνώριζεν, οὐ συγχωρήσει τῷ ἐξ͵ ἐκείνου φύντι ἐλευθέρῳ κληρονομεῖν, ἀλλὰ τῇ ἐν τοῖς πολέμοις· δουλείᾳ τὴν περὶ τούτου ἐπιτροπὴν δώσει; τίνι δὲ καὶ διαφέρειν οἰίσεταί τις τὰ τοῦ αἰχμαλώτου; τοῖς συγγενέσι; καὶ πῶς οὐκ ἀπαντῶσα ἡ δουλεία τούτοις εἰς τὴν κληρονομίαν τὴν εἴσοδον ἀποκλείει; ἢ πῶς οὐ πολὺ πρότερον ἐξέσται κληρονομεῖν συγκεχώρηται, ἀλλὰ τῷ δημοσίῳ δοθήσεται; καὶ πῶς οὐ περιφανὲς τὸ ἀδίκημα; εἰ γὰρ ἐκ τοῦ δημοσίου εὔλογόν ἐστι τοὺς αἰχμαλώτων ἐκφύντας βοηθείας τυγχάνειν, πῶς οὐχὶ περιφανὴς ἀδικία, τὸν τοῦ αἰχμαλώτου μὲν παῖδα τῆς περιουσίας ἀποστερεῖν, προσνέμειν δὲ ταύτην τῷ δημοσίῳ; εἰ δὲ καὶ πολλάκις ἐνίων γονέων πονηρῷ ἀποχρησαμένων συνειδότι, καὶ διὰ τοῦτο τιμωρίαις ὑποβεβλημένων καὶ πικρῶς ἐξ ἀνθρώπων 20΄ ἠφανισμένων, οἱ παῖδες οὐ κωλύονται νόμῳ κύριοι τῆς περιουσίας καθίστασθαι, τίνα λόγον ἔχει, διότι προαίρεσις εὐσεβής σεμνύνει τοὺς γονέας (πολλάκις δὲ καὶ μαρτυρίου αἷμα τὸ λαμπρὸν τοῦ φρονήματος αὐτῶν καὶ ἐν αὐτοῖς θαυμαστωθῆναι τοῖς ἀσεβέσι πεποίηκε), μὴ συγχωρεῖν τοῖς ἐξ ἐκείνων φυεῖσι κυρίους εἶναι τῶν ὑπαρχόντων; οὐδαμῶς οὖν τῷ ἡμετέρῳ κράτει ὑγιῶς ἔχουσα ἡ διάταξις φαίνεται. Διὰ τοῦτο θεσπίζομεν ἀπὸ τοῦ νῦν, ἄν τε τοῦ τῆς αἰχμαλωσίας ζόφου περικεχυμένου τοῖς γονεῦσι πρὸς αὐγὰς ἡλίου ἦλθεν ὁ παῖς ἄν τε ὑπὸ φωτὶ ἐλευθερίας τὰς ὠδῖνας ἀπέλυσε,· τὰ τῶν γονέων κληρονομείτω, κἄν τε ἀμφοτέροις τοῖς γονεῦσι τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἡ λύσις περιέσται ἢ μὴ, κἄν τε ἑνὸς τετυχηκότος τῆς λύσεως θάτερος ἐν τοῖς δεσμοῖς τῆς συμφορᾶς καταστρέψει τὸν βίον κἄν τε ἀμφότεροι οἱ γονεῖς ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσωσιν· εἰ μὴ ἄρα γε τὴν τελευτὴν προφθάσῃ διαθέμενος· τότε γὰρ ἐκεῖνα κληρονομήσει, ἃ ἐν τῇ βουλῇ τοῦ διαθεμένου γονέως κεῖται, φυλαττομένης τῷ παιδὶ τῆς ἐκ τοῦ νόμου τετραουγκίου βοηθείας.