JGR III 2.35De raptu mulieris.
ΔΙΑΤΑΞΙΣ λέ΄. Περὶ ἁρπαγῆς καὶ βίας γυναικός. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Οὔτε πρὸς τὸν ἐκκλησιαστικὸν ἀπαυθαδιαζόμενοι νόμον, οὔτε τὸν τῆς πολιτείας ἁπλῶς συγκροτοῦντες τὴν περὶ τοῦ κορικοῦ ἅρπαγος γνώμην ἐκφέρομεν, ἀλλ᾽ οἷον ὁδόν τινα τοῦ βίου τοῖς πράγμασι τὴν συμφέρουσαν κατανοήσαντες, ἐπείπερ καὶ εἴδομεν τῇ τοῦ ἱεροῦ συμπαθείᾳ νόμου ὥσπερ ἀναιδευόμενον τὸ κακὸν, τῇ δὲ τοῦ πολιτικοῦ νόμου αὐστηρίᾳ καταστελλόμενον, διὰ τοῦτο τῆς μᾶλλον ἐπαμυνούσης τῇ καταστάσει τῶν πραγμάτων ἐγενόμεθα προνοίας. βούλεται μὲν γὰρ ὁ πολιτικὸς νόμος οὐ μόνον τὸν δ᾽ ἁρπαγῆς καὶ βίας φθορέα γεγονότα κόρης θανάτῳ ὑπαγορευθῆναι, ἔτι δὲ καὶ πρὸς τῇ τοῦ θανάτου δίκῃ καὶ τὴν ὕπαρξιν ἀφαιρεῖσθαι, ὅταν εὐγενεῖς ὦσιν αἱ φθειρόμεναι, ἀλλὰ κἀκείνους, οἳ συναντιλήπτορες ὤφθησαν τοῦ ἀνοσιουργήματος, τὴν αὐτὴν ὑφίστασθαι ποινὴν καὶ ζημίαν, καὶ τοῦτο γίνεσθαι οὕτως, κἂν ἑαυτὴν ἑκοῦσα ἡ γυνὴ τῷ ἅρ*** παγι ἐνεχείρισεν. οὐ μὴν ἀλλὰ καὶ τὸν ταύτης πατέρα ἐν συνειδήσει καταστάντα τῆς πράξεως ὑπερορίᾳ κολάζει· καὶ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ εἰ μὴ παρὰ τὸν καιρὸν, καθ᾽ ὃν ἡ ἁρπαγὴ τετόλμηται, συνειδὼς ἐλέγχεται, ὅμως δὲ ὀλιγωρίᾳ διδοὺς τὴν τοῦ θυγατρίου διαφθορὰν καὶ ἀφιεὶς τῆς δίκης τὸν ἔνοχον, ἢ τὸν τοιοῦτον γάμον ἀποδεχόμενος, ποινὴν ὑπέχει τῆς ὀλιγωρίας φυγὴν ὑπερόριον. ταῦτα μὲν ἐδόκει τοῖς πάλαι. Ὁ δ᾽ ἀείμνηστος ἡμῶν πατὴρ οὐκ εἰς μόνην τὴν ἁρπαγὴν τοῦ γυναίου ἀποσκοπήσας ἀλλὰ καὶ πρὸς τὰ ἄλλα παρακολουθήματα, πρὸς ἐκεῖνα τὴν ψῆφον ἐναρμόζεται, καὶ θεσπίζει, 30΄ μετὰ μὲν ὅπλων ἤτοι ξιφῶν ἢ ἄλλων τινῶν ἄνευ ξίφους ἀναιρετικῶν τῆς ἁρπαγῆς γεγενημένης, ξίφει τιμωρεῖσθαι τὸν βιασάμενον, ὡς δ᾽ ὧν μεθ᾽ ὅπλων ἐπὶ τὴν πρᾶξιν ἐχώρησεν οὐκ ὄντος αὐτοῦ καὶ μιαιφονίας ἀθώου· τοὺς δὲ συνεπειλημμένους ἢ συνειδότας ἢ συνεισάγοντας σπουδὴν ῥινὸς ἐκτομῇ καὶ μάστιξι καὶ κουρείᾳ τῇ ἐν χρῷ τιμωρεῖσθαι· ὅπλων δὲ μὴ συμπα- ρόντων τῇ βίᾳ, μὴ μέχρι φόνου τὴν δίκην ὁρᾶν ὡς οὐδὲ τῆς μιαιφονίας χώραν ἐχούσης, ἀλλὰ τὸν μὲν αὐθέντην τῆς ἁρπαγῆς εἰς χειρὸς κινδυνεύειν ἀποκοπὴν, τοὺς δὲ συνυπουργησαμένους ἢ κοινωνήσαντας ἄλλως μάστιξι καὶ κουρείᾳ καὶ ὑπερορίᾳ τὴν δίκην εἰσπράττεσθαι. περὶ μὲν οὖν τῆς εἰς τὸ σῶμα ζημίας οὗτος ὅρος· ἃ δ᾽ εἰς χρήματα ἀφορᾷ, ταῦτα τὸ ἀμεταποίητον καὶ ἐνεργὸν συγκεχώρηται φέρειν τῆς ἀρχῆθεν νομοθεσίας. ἀλλὰ ταῦτα μὲν ὁ ἡμέτερος ἀποθεσπίζει πατήρ· οἷς σύμψηφον γνώμην καὶ ἡμεῖς ἀναδεχόμενοι τήν τε ἐν τῷ παρόντι καιρῷ καὶ τῷ ἔπειτα τιμήν τε καὶ ἐνέργειαν τῇ νομοθεσίᾳ ἐπισφραγιζόμεθα: