IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.34De tutore, qui pupillam vitiat '.

ΔΙΑΤΑΞΙΣ λδ. 2. Περὶ ἐπιτρόπου φθείροντος τὴν ἐπιτροπευομένην παῖδα. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Δεινὸν μὲν τοὺς ὅσοι χρηστοὶ προσδοκηθέντες ἔσεσθαι ὑπὸ τῶν προσδοκησάντων πίστεως ἠξιωμένοι τινὸς ἀντὶ τοῦ ἀγαθοὺς καὶ πιστοὺς ὀφθῆναι ἐχθροὺς ἀποφανθῆναι καὶ ἀπίστους. τοσοῦτον δὲ ὑπέρδεινον τὸ κακὸν ἐπὶ τῶν λαχόντων ὀρφανικῶν παίδων ἐπιτροπὴν, εἶτα ἀντὶ τοῦ σωτήριον πρόνοιαν τῶν ἐπιτροπευομένων σχεῖν αὐτοὺς ὀφθῆναι τούτων λυμαντικοὺς, ὅσῳ καὶ μείζονος ἠξιώθησαν πίστεως παρὰ τῶν εἰς τοῦτο καταστησάντων αὐτούς. δῆλον γὰρ, ὡς πεπεισμένος ὁ γονεὺς οὓς καταλείπει παῖδας ὀρφανικοὺς πατρικῆς ἀπολαύσειν προστασίας παρὰ τοῦ τὴν ἐπιτροπὴν ἐγχειριζομένου, δίδωσι ταύτην αὐτῷ. καλῶς οὖν οἱ πρὸ ἡμῶν τιμωρούμενοι τὸν ἀντὶ πατρὸς, ἀντὶ σωτῆρος παιδὸς ὀρφανικῆς δεδειγμένον φθορέα (ἐξορίᾳ γὰρ τοῦτον ὑποβάλλουσι, καὶ τῶν προσόντων ζημιοῦσι τῇ ἀφαιρέσει), οὐκ ἐφύλαξαν· ἐπὶ καλοῦ σχήματος τὸ καλὸν, οὐδ᾽ ἣν τινα περὶ τοῦ ὑβρισμένου καὶ δεινὰ παθόντος γυναίου ὑπὲρ τοῦ βοηθεῖν τῇ ταύτης δυστυχίᾳ λαμβάνοντες ὁρῶνται πρόνοιαν, ἐν τῷ διορίζεσθαι τὴν τοῦ φθορέως ὕπαρξιν πρὸς τὸ δημόσιον ἄγεσθαι, οὐ συνιδόντες, ὡς ἐκ τούτου γίνεται αὐτοῖς νομίζειν ἀδικίαν ἀμύνασθαι, μὴ μέντοι σώζειν τὸ βούλημα. ποῦ γὰρ ἀδικίας ἄμυνα, μὴ τοῦ ἀδικηθέντος ἀπολαμβάνοντος τὸ ἀδίκημα μηδὲ τὴν κατασχοῦσαν αὐτὸν συμφορὰν διὰ τῆς τοῦ νόμου ἐπικουρίας ἀποφυγόντος; ποία δ᾽ ἀποφυγὴ τῷ γυναίῳ τῆς συμφορᾶς, ὅτε οὐ μόνον οὐ παραμύθιον εὑρίσκει τῆς δυστυχίας, ἀλλὰ καὶ ποριζόμενον ἑτέρῳ κέρδος ὁρᾷ ἐκ τῆς ἰδίας ὕβρεως καὶ αἰσχύνης; Ἵνα οὖν ὥσπερ κηλίδα μῶμόν τινα τῷ νόμῳ προστριβομένην καθάρωμεν, τὸ προσφέρεσθαι τῷ δημοσίῳ τὴν ὕπαρξιν τοῦ φθορέως ἀποθεσπίζομεν, κελεύομεν δὲ ἐκεῖ ταύτην ἀπιέναι, οὗ τὴν ἀδικίαν καὶ τὸ δυστύχημα ὁ τῆς ὑπάρξεως κύριος κατεβάλετο.