JGR III 2.33Captivorum uxoribus aliis nubere non licere '.
ΔΙΑΤΑΞΙΣ λγ '. Περὶ τοῦ μὴ ἐξεῖναι τὰς τῶν αἰχμαλώτων γαμετὰς ἑτέροις συνάπτεσθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Εἰ μὲν τοὺς πάλαι περὶ νόμων διαλαβόντας τοῦτο φρονεῖν ὑπελάμβανον, μηδαμῶς βούλεσθαι τὰ οἰκεῖα ἐπανορθοῦσθαι, κἄν τι ἐν αὐτοῖς τοιοῦτον οἷον προσδεῖσθαι διορθώσεως, ἴσως σ ' οὐκ ἂν ἐπὶ ταύτην ἦλθον τὴν γνώμην, φημὶ δὴ τοῦ πειρᾶσθαι τοὺς μὴ τῶν νόμων ὑγιῶς ἔχοντας ἐπανορθοῦν· εἰ γὰρ καὶ οὕτως ἡ περὶ τὸ ὑπήκοον ἀναγκαία φροντὶς, τοῦτο πῶς ἂν εὖ πολιτεύοιτο, ἀναγκαίως ἐπέτρεπε τὴν διόρθωσιν, ἀλλ᾽ οὖν ἵνα μὴ δόξωμεν τοὺς ἐξ ἀρχῆς νομοθέτας λυπεῖν, καὶ ἐπέχω μεν τὴν ἐπὶ τούτῳ ὁρμήν. ἐπεὶ δὲ καὶ αὐτοῖς ἐκείνοις εἴπερ ἔτι ἐν ἀνθρώποις ἐστρέφοντο οὐκ ἂν οἶμαι τὴν προαίρεσιν ἀπαρέσκειν τῶν διορθοῦν ἐπιχειρούντων, ἀλλὰ καὶ χάριν ὁμολογῆσαι τοῖς οὕτω διεγνωκόσιν (οὐ γὰρ φιλοτιμίας ἕνεκεν, τὸ δὲ συμφέρον τῇ πολιτείᾳ προνοούμενοι τὴν τῶν νόμων ἔκθεσιν ἐποιήσαντο), φέρε δὴ καὶ τῇ πολιτείᾳ συμφέροντα καὶ αὐτοῖς ἐκείνοις τοῖς πάλαι νομοθέταις οὐκ ἄπο γνώμης ποιοῦντες, καθάπερ τινὶ παιωνίῳ φαρμάκῳ τῇ ἀκριβεστέρᾳ διασκέψει τὴν τῶν νόμων ἀῤῥωστίαν ἐν θεῷ ἐξιώμεθα. ἐπὶ τοῖς ἄλλοις, οἷς περὶ τῶν αἰχμαλώτων νενομοθετήκασι, κἀκεῖνο τὸ μέρος, ἐν ῳ περὶ τῆς γάμων διαλύσεως ὡρίσαντο, πάνυ δοκεῖ ἀτόπως ἔχειν. φασὶ δὲ οὕτως ἐπ᾿ αὐτοῖς ῥήμασι· „εἴτε ἀνδρὶ συμβαίη τὸ τῆς αἰχμαλωσίας ἀτύχημα, τῆς γυναικὸς ἐν τῇ πολιτείᾳ μενούσης, εἴτε αὖθις γυνὴ μὲν εἰς αἰχμαλωσίαν ἀπίοι, μένοι δὲ ὁ ἀνὴρ ἐν τῇ πολιτείᾳ, ὁ μὲν ἀκριβὴς καὶ λεπτὸς λόγος διαλύει τὸν γάμον· δουλείας γὰρ ἅπαξ ἐπιγενομένης θατέρῳ, ἡ τῆς τύχης ἀνισότης τὴν ἐκ τῶν γάμων ἰσότητα μένειν οὐ συγχωρεῖ.) πλὴν ἀλλὰ φιλανθρωπότερον τὰ τοιαῦτα θεωροῦντες, ἕως μέν ἐστι φανερὸν ἢ τὸν ἄνδρα περιεῖναι ἢ τὴν γαμετὴν, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοιντο δοκεῖν κατὰ προπέτειαν τοῦτο πρᾶξαι, καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῆς πρὸ γάμου δωρεᾶς τῇ ἐκτίσει, ἡ δὲ τῆς προικός. Οἱ μὲν οὖν προφθάσαντες τοιαύτην περὶ τοῦ γάμου τῶν αἰχμαλώτων ἐξέφηναν γνώμην. ἡμῖν δὲ οὔθ᾽ ἡ αἰτία εὔλογος, ἣν ὁ ἀκριβὴς ὡς αὐτοί φασι καὶ λεπτὸς λόγος δίδωσιν, οὔτε ἡ φιλανθρωπία ἐστὶ καθαρὰ, ἡ ἄδειαν λελύσθαι παρεχομένη τὸν γάμον ἐν τῷ ὑποβαλεῖν αὐτοὺς τῇ ζημίᾳ. εἰ γὰρ, ὥσπερ λέγουσι, τῆς τύχης ἡ ἀνισότης οὐ συγχωρεῖ μένειν. τὸν γάμον, πῶς εἰ πρὸς ἐλευθερίαν ἐπανακληθείη ὁ αἰχμάλωτος, μετὰ τὴν τοῦ γάμου διάλυσιν πρὸς τὸ ἴσον ἐπανελθούσης τῆς τύχης καὶ ἀμφοτέρων ἐλευθερίως βιούντων, οὐκ εἰς τὸ ἴσον ὁ γάμος πάλιν ἐπανελεύσεται; ποῦ δὲ τὸ φιλάνθρωπον και θαρὸν, ζημιοῦν μὲν τῇ τῶν οἰκειοτάτων μελῶν ἀφαιρέσει, πειρᾶσθαι δὲ τὴν ζημίαν παραμυθεῖσθαι ἀντεισαγωγῇ τῶν ἄλλων, κτημάτων; πῶς δὲ μέχρι καὶ τῶν φαυλοτάτων αὐτῆς περιου - ε σίας τῶν αἰχμαλώτων λογίζεται φυλαττομένων αὐτοῖς τῶν δικαίων, οὐχὶ πάνδεινον τῷ μείζονι μέρει (φημὶ δὴ τῇ τοῦ οἰκείου μέλους συντηρήσει) κινδυνεύειν αὐτοὺς μὴ ὁμοίως ἀξιοῦσθαι τῶν δικαίων, ἀλλ᾽ εἶναι ἀνεπίσχετον τὴν ζημίαν, εἰ τοῦτο ἐπὶ γνώμην ἥκοι θατέρῳ μέρει ἀλογῆσαι τοῦ οἰκείου μέλους; τί οὖν φημι ἐγώ; ἐάν περ τοῦ ἑνὸς μέρους ἐν αἰχμαλωσίᾳ ὄντος τὸ ἀπείρατον διαμεμενηκὸς τῆς αἰχμαλωσίας ἑτέροψ πρὸς συνάφειαν ἴδοι, ἐπανέλθοι δὲ τῆς αἰχμαλωσίας τὸ ἐν ταύτῃ κατεσχημένον, ἄδειαν εἶναι αὐτῷ τὸ οἰκεῖον εἰ βούλοιτο ἐπαναλαμβάνειν μέλος, καὶ μηδαμῶς διότι ἑτέρῳ συνήφθη τοὺς ἐξ ἀρχῆς καινοτομεῖσθαι γάμους. εἰ γὰρ ἡ γενομένη πρὸς ἕτερον ὕστερον συνάφεια δόξει τισὶν ἀδιάλυτος ἂν διαμεῖναι, πῶς οὐ δικαιότερον ἡ ἀρχῆθεν τῶν γάμων συνάφεια πρὸς τὴν οἰκείαν. κατάστασιν επανελεύσεται; καὶ εἰ, διότι ἀλλοτρίῳ μέρει συνῖπται, οὐκ ἐπιτρέπει τὶς διασπᾶν, πῶς οὐκ εὔλογον, διότι τοῦ οἰκείου ἀπεῤῥάγη μέρους, τοῦτο πρὸς τὴν ἰδίαν οἰκειότητα συναρμόζειν; καὶ φησὶν, ἀλλὰ κέρδος γίνεται τῶν αἰχμαλώτων ἐκ τῆς κατὰ προπέτειαν τῶν δευτέρων γάμων ὁμιλίας ἡ ἀντεισαγωγὴ τῆς ἐκτίσεως. ἀλλ᾽ οὗτος ὁ λόγος ἄμεινον ἦν μὴ ὅτι γε χειλέων προελθεῖν, ἀλλὰ μηδ᾽ ἐπὶ διάνοιαν τῶν ταῦτα πεφρονηκότων ἀναβεβηκέναι. πῶς γὰρ οὐκ ἐσχάτως εἰς φρένα δυστυχὴς καὶ ἄπορος, ὃς τοῦ οἰκείου μέλους ἀλλάττεται χρήματα; Θεσπίζομεν οὖν, μηδαμῶς ἔτι πρὸς συνάφειαν ἑτέρου τὸν ἀπείρατον μεμενηκότα τῆς αἰχμαλωσίας ἔρχεσθαι, ἀλλ᾽ ὅσοις ἂν δήποτε χρόνοις ἐν αἰχμαλωσίᾳ ᾖ τὸ ἐκεῖ ταλαιπωρούμενον, περιμένειν τὸ ἕτερον, κἂν μήτε ἔγγραφος δήλωσις μήτε ἄγραφος ἐκεῖθεν καταλαμβάνῃ. εἰ δὲ παρὰ τόνδε τὸν νόμον βου ληθεῖέν τινες τῇ πρὸς δευτέρους γάμους ὁμιλίᾳ τῶν προτέρων διαῤῥήγνυσθαι καὶ οὐχὶ κατὰ τὴν παρατήρησιν τὴν ἐν τῇ ριζ΄ νεαρᾷ περὶ τῶν γυναικῶν τῶν ἐν ἐξπεδίτοις ὄντων κειμένην, ἴστωσαν ὡς ταῖς ποιναῖς ὑποκείσονται ταῖς ἐν τῇ εἰρημένῃ διατάξει τεταγμέναις, δηλονότι ἀδείας οὔσης, ὡς ἔφαμεν, εἰ ἀναῤῥυσθείη τῆς αἰχμαλωσίας τὸ ἐκεῖ ταλαιπωρούμενον, τὸ οἰκεῖον εἰ βούλοιτο ἐπαναλαμβάνειν μέλος.