IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.32De manifesto deprehenso adultero adulterave.

ΔΙΑΤΑΞΙΣ λβ '. 20΄ Περὶ τοῦ ἐπ᾿ αὐτοφώρῳ ἁλόντος μοιχοῦ ἢ μοιχαλίδος. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Τὸ τῆς μοιχείας ἄγος εἴπερ τὶ ἄλλο τῶν ἀνοσιουργημάτων βαρεῖαν καὶ φοβερὰν ἀπαιτεῖ τὴν ποινὴν καὶ οἶμαι μὴ ἀνδροφονίας ἐλαττουμένην· ὁ μὲν γὰρ τῆς μιαιφονίας ἐργάτης ἑνός τινος πολλάκις τῇ μιαιφόνῳ χειρὶ ἀνατρέπει τὸν βίον, ὁ δὲ μιαρὸς τῆς μοιχείας ἐργάτης πλείστων ὅσων ἀνέτρεψε βίους, ἀνδρὸς, παίδων, συγγενῶν ἄλλων, μιᾷ πληγῇ πάντας τῇ τῶν γάμων ἀνατρέπων διασπαράξει. πλὴν ἀλλ᾽ ἐπεὶ πάλαι φόνῳ τιμωμένης τῆς ἀνοσιουργίας ἔδοξε τοῖς μετὰ ταῦτα φιλανθρωποτέραν ἐκφέρειν ψῆφον, ἀεὶ δὲ πως ἡμᾶς ἡ φιλανθρωποτέρα ἐφέλκεται γνώμη, ἣν ἐκεῖνοι ὥρισαν τιμωρίαν (φημὶ δὴ τῆς ῥινὸς ἐκτομῇ ἀμφοτέρους τοὺς ἐναγεῖς ὑποβάλλεσθαι), τοῦτο καὶ ἡμεῖς ὁρίζομεν. ἀλλὰ τοῦ μὲν ἀνοσιουργήματος ἔστω τοῦτο 18΄ ποινή. Ἐπεὶ δὲ καὶ τὸν ἄνδρα χρὴ ἀντὶ τῆς τοσαύτης ἀδικίας μὴ ἀπαραμύθητον ἔχειν, ἐχέτω παραμύθιον ἐκ τοῦ τὴν προῖκα λαμβάνειν τῆς ὀφθείσης ἀδίκου περὶ τὰ γαμικὰ δίκαια γυναικός. αὐτὴν δὲ μηδαμῶς ἀφίεσθαι τῶν γάμων κατορχεῖσθαι, μηδ ' ὥσπερ ἄθλον λαμβάνειν ἐν τῇ τῶν ῥινῶν ἐκτομῇ ἀδεῶς τὸ λοιπὸν τοῖς ἀκολάστοις συμπλέκεσθαι, ἀλλ᾽ ἐν μοναστηρίῳ πε ριορίζεσθαι ὑπὲρ ἧς παρανομίας τετόλμηκεν, ἐν συντριβῇ τῆς ψυχῆς εὐμενεστέραν ἑαυτῇ τὴν ἐκεῖθεν καθιστῶσα δίκην καὶ πρὸς ἔρωτα μὲν τοῦ μονήρους βίου καταστάσης αὐτῆς καὶ τοῦτον ἐπανελομένης, τὴν περιουσίαν ὅση κεχώρισται τῆς προικὸς τούς τε παῖδας καὶ τὸ μοναστήριον συνδιανείμασθαι, εἰ δὲ μὴ παῖδες παρεῖεν, ἀντ᾽ ἐκείνων εἰς τὴν διανομὴν ἐσάγεσθαι τοὺς γονέας, εἰ δὲ καὶ τούτων ἔρημος εἴη, τοὺς ἄλλους τῶν συγγενῶν· ἐν λαϊκῷ δὲ τῷ σχήματι ἀφανισθείσης τοῦ βίου, πάντως κυρίας οὔσης διατίθεσθαι, κατὰ τὴν ἐκείνης διάταξιν τὰ προσόντα οἰκονομηθήσεται.