JGR III 2.31Ut quae mulier mariti odio abortat, repudiari ab illo possit.
ΔΙΑΤΑΞΙΣ λα΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὁ πλάσας ἄνθρωπον ἀπὸ γῆς ἐξ οἰκείων μελῶν βοηθὸν αὐτῷ συνάπτει τὴν πλευρὰν εἰς γυναῖκα διαπλάσας, ἵνα τὴν ἑαυτῆς ἐπισταμένη τῆς πλάσεως αἰτίαν καὶ ἐντεῦθεν παιδεύηται οἷόν τινι νόμῳ τὸ πρὸς τὸν ὁμόζυγον εὔνουν, καὶ σώζῃ αὐτῷ τὸ φίλτρον ἀνόθευτον. ἡ μὲν οὖν οὕτω φρονοῦσα καὶ γνώμην οἰκείαν τῷ ἀνδρὶ τηροῦσα, βοηθός τέ ἐστιν ἀληθῶς καὶ τὴν τοῦ πλάσαντος οὐ ψευδομένη ὑπόσχεσιν, ἡ δ᾽ ἐναντίον φρόνημα κτησαμένη οὐκέτι οὔτε τοῦτο γνωρίζεται οὔτε σὰρξ ἐκ τῆς σαρκὸς ἢ μέλος ἐκείνου καθίσταται, κἂν ἡ συνάφεια πρὸς ἓν ἀγαγεῖν ἔσπευσε. Διὰ τοῦτο περὶ γυναικὸς δύο κειμένων νόμων, ἢ δ᾽ ἀπέχθειαν τὴν πρὸς τὸν ἄνδρα τῷ ἐκείνου τῆς σπορᾶς καρπῷ λυμαίνεται ἀμβλώσκουσα καὶ πρὸς βίου φῶς οὐκ ἄγουσα τὴν γονὴν ἑκοῦσα, καὶ τοῦ μὲν χωρίζεσθαι τὸν ἀδικούμενον κελεύον- τος, τοῦ δὲ οὐκ ἐπιτρέποντος, ἡμεῖς ὡς λυσιτελεστέρῳ κατὰ πολὺ προστιθέμενοι τῷ χωρίζοντι ἐκείνῳ τὸ κῦρος προσνέμο μεν. ἄτοπον γάρ μοι φαίνεται καὶ παντελῶς ἄδικον, τὴν οὕτω προφανῶς τὴν πρὸς τὸν ἄνδρα δυσμένειαν ἐπανῃρημένην δι ὧν τῷ ἐκείνου λωβᾶται σπέρματι (ἀφίημι γὰρ, ὅτι καὶ τῆς κοινῆς ἐπίβουλος φύσεως) συγκατοικίζειν αὐτῷ. εἰ γὰρ τοὺς εἰς τι ἕτερον ἔργον βλάβην ποιουμένους ὡς ἐχθροὺς ἀποτρεπόμεθα, πῶς ἂν τὴν εἰς τὸ πάντων ἀναγκαιότατον καὶ τιμιώτατον τῆς παιδοποιΐας ἔργον ἀνυστὴν ζημίαν φέρουσαν ὡς οἰκείαν ἕξει ὁ ζημιούμενος παρ᾽ ἑαυτῷ, ἀλλ᾽ οὐκ ἀποπέμψεται ὡς ἐπίβουλον καὶ πολεμίαν; τί γὰρ ἂν ἐναργέστερον σημεῖον ἐπιζητήσει ἔτι, ὥστε ἰδεῖν ὅτι δύσνους ἡ γυνὴ τῷ ἀνδρί; πῶς δ᾽ οὐχὶ φανερὸν, ὅτι ἐν τῷ κατ᾿ ἐκείνου φρονεῖν τῆς πρὸς τὸ ζῆν παρόδου ἀπο στερεῖ τὴν γονήν; ὥσπερ οὖν εἴρηται, ὁ διϊστῶν αὐτοὺς κρατείτω νόμος καὶ ἄδειαν ὁ γαμέτης ἐχέτω χωρίζεσθαι τῆς ἐπὶ τοιούτῳ τολμήματι πεφωραμένης γυναικός. εἰ γὰρ καὶ μόνον ἔξω μείνασαν τῆς οἰκίας, ἢ συμποσίου μετασχοῦσαν προσώποις οἷς οὐ νενόμισται, τῆς γαμικῆς συναφείας ὁ νόμος αὐτὴν διϊστᾷ (καίτοιγε ἐνταῦθα οὐχ οὕτω περιφανὲς ὁρᾶται μαρτύριον τῆς πρὸς τὸν ἄνδρα δυσμενείας, συνενεχθῆναι τοῦτο αὐτῇ τοιοῦτον εἰκὸς καὶ μηδενὸς ἀδικήματος τῷ γάμῳ συμβαίνοντος), τίνα λόγον ἕξει, τὴν εἰς τοσοῦτον μὲν ἐλάσασαν μίσους, οὕτω δὲ ἄδικον καὶ περὶ τὸν ἄνδρα καὶ περὶ τὴν φύσιν μὴ διαζευγνύειν,. 45. εἰ τοῦτο δοκεῖ τῷ ἀνδρὶ, ἀλλ᾽ ἐπιτρέπειν σύνοικον ἔχειν, ἢ ἐφεδρεύει τῇ ἐκείνου ζωῇ;