JGR III 2.30De novis nuptiis vivo priore marito tentatis.
ΔΙΑΤΑΞΙΣ Ν '. Περὶ γάμου ζῶντος τοῦ προτέρου ἀνδρός. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ τῶν πεφωραμένων νόμων μὴ λυσιτελῶς ἔχειν τῇ πολιτείᾳ ἀναγκαίαν ἐποίει τὴν ἐπὶ τὸ ἄμεῖνον μετασκευὴν ἡ δικαία τῆς πολιτείας πρόνοια, οὕτω καὶ τοὺς ὀρθῶς ἔχοντας τῶν νόμων καὶ μηδὲν τοὺς πειθομένους παραλυποῦντας τῶν μὴ οὕτως ἐχόντων μηδ᾽ εἰς τὸ ἄλυπον τοὺς ὑπηκόους περιϊστάντων τῆς αὐτῆς ἂν εἴη προνοίας ἔργον ἐκλέγεσθαι καὶ προξ κρίνειν, ἐπειδὰν περὶ τοῦ αὐτοῦ πράγματος δύο ἀλλήλοις μαχόμενοι ὁρίζουσι νόμοι. πῶς γὰρ ἂν εἴη λόγον ἔχον, στρατηγοὺς μὲν καὶ ἄρχοντας τῶν χειρόνων ἐκλέγεσθαι τοὺς ἀμείνους, καὶ προκρίνειν τούτους, ὧν ἡ ἀρχὴ πρὸς τὸ συμφέρον διαθήσει τὸν βίον τῶν ἀρχομένων (καίτοιγε οὐκ ἀεὶ μέλλουσιν ἄρχειν), Αγνόμων δὲ, οἷς μέχρις ἂν ἡ πολιτεία συνίσταται τὸ ἄρχειν δίδοται, μὴ τοὺς βελτίστους ἀξιοῦν εἰσάγειν εἰς τὴν ἀρχὴν, ἀλλὰ τοὺς τῆς χείρονος μοίρας καὶ οὓς καλὸν ἦν μηδὲ τὸ πρῶτον εἰς γνῶσιν ἐλθεῖν; Τί δήποτε ταῦθ᾽ ἡμῖν εἴρηται; ἰουστινιανὸς ἐκεῖνος, οὗ μετὰ τῆς εὐσεβείας καὶ ἡ περὶ τὸ ὑπήκοον φροντὶς ἐσέμνυνε τὸ διάδημα, πρότερον περὶ διαλύσεως γάμων θέσπισμα θέμενος, ὡς εἴπερ γυνὴ ἔτι τοῦ ἀνδρὸς ἐν ζῶσιν ὄντος περὶ γάμων αὑτῆς ἑτέρῳ διαλεγομένη ὀφθείη, μηκέτι ἐξεῖναι αὐτὴν τῷ ἀνδρὶ συνηρμόσθαι ὡς οἰκεῖον μέλος ἀλλ᾽ ὡς ἐπίβουλον διαῤῥήγνυ. σθαι, ὕστερον αὐτὸς ἑαυτῷ ἀντιλέγων οὐκ ἐπιτρέπει διὰ ταύτην τὴν αἰτίαν διασπᾶν τὸν γάμον. ἡμεῖς οὖν μᾶλλον τὴν προτέραν τοῦ ἀνδρὸς γνώμην λυσιτελοῦσαν ὁρῶντες τῷ βίῳ, ὡς δι ~ ὧν παρακελεύεται ἀσφαλιζομένην καὶ προανακόπτουσαν τὰς κατὰ τῶν γάμων ἐπιβουλὰς, ταύτην δὲ ἄρα πολιτεύεσθαι νόμον ἐκ φέροντες, ἣν᾽ ἐπιτηρεῖσθαι φέρουσαν παλινῳδίαν ὁ ἀνὴρ ἦσεν Τεἰς τὸ τῆς πολιτείας ἡμῶν θέατρον χώραν εὑρίσκειν οὐκ ἐπι-· τρέπομεν. εἴ τις οὖν ἔτι τοῦ ἀνδρὸς περιόντος πρὸς γάμους ἑτέρῳ κοινολογουμένη ὀφθείη, οἷα δὴ αὐτὴ ἑαυτὴν μιαρῷ φρονήματι ἀποῤῥηγνῦσα καὶ τῇ τοῦ γάμου διαλύσει τούτου ἀποῤῥ ῥαγήσεται, ναὶ δὴ καὶ χρηματικαῖς ὑποβληθήσεται ποιναῖς, αἷς ἐνέχονται αἱ διὰ τοὺς ἄλλους τρόπους τῶν ἀνδρῶν διασπώμεναι. ἡ γὰρ διὰ τῆς γαμικῆς ἁρμονίας εἰς μίαν μὲν σάρκα τῷ· ἀνδρὶ χρηματίσασα, οὐ στέργουσα δὲ, ἀλλ᾽ ὁμοῦ μὲν ἐν τῷ πρὸς ἕτερον βλέπειν τὸν συναρμόσαντα πλάστην ὑβρίζουσα, ὁμοῦ δὲ· καὶ τῷ συζύγῳ ἐχθρὸν φρόνημα φέρουσα, πῶς οὐ δικαίως αὐτὴ ἑαυτὴν προαποτεμοῦσα παντελῶς τῆς ἑνώσεως ἀποκοπήσεται; τί γὰρ ἂν ἔτι ὀφθείη ἐχέγγυον τοῦ ἐχθρὰ φρονεῖν τῷ ἀνδρὶ τὴν γυναῖκα, ὁπότε ἀσελγεῖ φρονήματι τοῦ οἰκείου μέλους τὸν ὀφθαλμον ἀποστρέφουσα ἀλλοτρίῳ ἐνατενίζειν ἔρωτα φέρει;