JGR III 2.29Ut ancillam partus apud alium editus ad ipsius dominum sequatur.
ΔΙΑΤΑΞΙΣ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ ἀληθῆ καὶ ὀρθὸν λόγον ἴσμεν τὸν ψεύδους διαστροφὴν οὐκ ἐμφαίνοντα, οὕτω καὶ ἀληθῆ νόμον, ὃς μὴ ἐλέγχεται 15. τῷ ἀδίκῳ παρατρεπόμενος· ὡς εἴ γέ τις τοῦτο οὐ διασώζει, οὐκ ἂν εἴη νόμος, κἂν τῆς τοιαύτης προσηγορίας ἠξίωται. εἰ γὰρ τοῦτο νόμου τὸ νέμειν ὅπερ ἑκάστῳ ἁρμόδιον, πῶς ὁ μὴ τοῦτο ποιῶν νόμος ἔσται; πεφώρανται μὲν δὴ καὶ ἕτεροι καλούμενοι νόμοι τοῦτο παθόντες, οὐχ ἧττον δὲ κἀκεῖνος᾽ ὁ τὴν γονὴν τῆς μὴ παρὰ τῷ οἰκείῳ δεσπότῃ ἀλλὰ παρ ' ἑτέρῳ ἢ συλήσεως τρόπῳ ἢ ἑτέρῳ τινὶ τὰς ὠδῖνας ἀπολυσαμένης θεραπαίνης, ἐπειδὰν τὸ κακούργημα εἰς γνῶσιν ἔλθῃ, παρακελευόμενος μὴ σὺν τῇ μητρὶ πρὸς τὸν οἰκεῖον δεσπότην ἀπέρχεσθαι, ἀλλὰ παρακατέχεσθαι ὑπὸ τούτου, ὃς ἀλλοτρίου κτήματος ὤφθη δεσπότης. Τοῦτο οὖν ἐπεὶ μὴ καλῶς ἔχειν δοκεῖ, τῆς προσηκούσης θεραπείας ἀξιοῦντες ἡμεῖς παρακελευόμεθα τῇ τεκούσῃ τὸν ἴδιον τόκον ἀκολουθεῖν. οὐ γὰρ ὅτι ὁ κλέπτης ὑπέχει ἃ διορίζει ὁ νόμος αὐτὸν καταβάλλειν τῷ δεσπότῃ, διὰ τοῦτο ἀπο στερήσεται μὲν αὐτὸς τὸν τόκον τῆς οἰκείας θεραπαίνης, κερδήσει δὲ τοῦτον ἄλλος· ἀρκεῖ γὰρ τούτῳ πρὸς κέρδος, ὅσα εἰς ὑπηρεσίαν αὐτῇ ἀπεχρήσατο. ναὶ, φησὶν, ἀλλ᾽ εἰ τιμὴν ὑπὲρ αὐτῆς κατατιθέμενος οὕτως ἐκτήσατο, δεῖ τι καὶ τοῦτον κερδαίνειν ἐκ τοῦ τιμήματος, καὶ διὰ τοῦτο τὸ τεχθὲν οὐκ ἄτοπον παρ᾽ αὐτῷ διαμένειν. ἀλλ᾽ εἰ τοῦτό τις εὔλογον εἶναι νομίζει εἰς κατάσχεσιν τοῦ κυήματος, πῶς οὐκ εὐλογώτερον εἰς τὸ ἕπεσθαι ἡ τοῦ πρώην δεσπότου τοῦ τιμήματος προλαβοῦσα καταβολή; πῶς δ᾽ οὐκ ἐστὶν ἁρμοδιώτερον τὸν ὑποστάντα τὴν ἀπώλειαν καὶ ταῖς ἐκεῖθεν ἀλγηδόσι βεβλημένον τὴν καρδίαν τῷ κέρδει θεραπεύεσθαι, ἀλλὰ μὴ ἐκεῖνον τοῦτο ἔχειν, ὃς πρὸς τῷ μηδὲν ἀπολωλεκέναι (ἔξεστι γὰρ αὐτῷ ἀναλαμβάνειν τὸ τίμημα παρ᾽ οὗ κλαπεῖσα ἡ θεράπαινα ἀπημπόληται) καὶ τὰ ὅσα ὑπηρετήσατο κερδήσας ὁρᾶται; οὐδαμῶς οὖν ἐν κατοχῇ ἔσται καθὼς ἔφημεν τὸ τεχθὲν, ἀλλ᾽ ὥσπερ τὴν μητέρα, οὕτω καὶ τὸ τέκνον ὁ πρότερος ἕξει δεσπότης. ἄν τε γὰρ ὁ τὴν κλοπὴν ἐργασάμενος τῶν εὐπόρων ᾖ, ἀποδιδόντος αὐτοῦ ἥνπερ κακῶς ἔλαβε τιμὴν, οὐδὲν πλέον πολυπραγμονεῖν ὀφείλει, ἄν τε θανών, ἢ ζῶν μὲν ἀπορῶν δὲ εἰς ἔκτισιν ἃ τοὺς κλέπτοντας ὁ νόμος εἰσπράττεται, καὶ οὕτως δικαιότερον τὸν ἀπολωλεκότα τὴν θεράπαιναν τῇ τοῦ παιδὸς σὺν τῇ μητρὶ ἀναλήψει παραμυθήσασθαι τὴν ἀπώλειαν.