IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.28Quo tempore et a quibus rerum suarum administratio adultis concedi debeat.

ΔΙΑΤΑΞΙΣ κή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων· ὀφφικίων.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδὴ καὶ τοῦτο καλῶς τοῖς νομοθέταις ἔδοξε τὸ παισὶν ὠρφανισμένοις ἐγκαθιστᾶν ἐπιτρόπους, δι ὧν ἡ τῶν πατέρων ἀναπληρουμένη αὐτοῖς πρόνοια δι ἐπιμελείας μὲν τὸ τῆς ἡλικίας ποιεῖται ἁπαλὸν, τὰ ὑπάρχοντα δὲ ταῖς δεούσαις φροντίσιν ἀβλαβῆ συντηρεῖ, τῷ καλῶς διακειμένῳ τῆς νομοθεσίας συν είδομεν ὃ λείπει παρ᾽ ἑαυτῶν προσθεῖναι. τί οὖν τὸ ἐλλεῖπον ἦν; τὸ βούλεσθαι παρὰ μόνου βασιλέως κελεύοντος ἐξίστασθαι τοὺς κουράτωρας τῆς τῶν πραγμάτων διοικήσεως, ἐγχειρίζεσθαι δὲ τοὺς παῖδας αὐτὴν ἀπολαβόντας τῆς ἡλικίας τὸ μέτρον, ὃ τοῖς μὲν ἄῤῥεσιν ὁ εἰκοστὸς ἀπονέμει χρόνος ταῖς δὲ θηλείαις ὁ ὄγδοος καὶ δέκατος, [καὶ] ᾿ ὡς εἰς ὥραν ἐλθόντας φρονήσεως καὶ τοῦ τὰ οἰκεῖα δύνασθαι καλῶς καὶ συμφερόντως οἰκονομεῖν ἐπὶ τῆς δεσποτείας καθίστασθαι. ἀλλ᾽ ἐπεὶ οὐχ ὁμοίως πᾶσι τὸ φρονεῖν παραγίνεται, ἔδει μὴ ἁπλῶς οὕτω θεσπίζειν, μηδὲ πάντας ὁμοῦ ὑπὸ μόνου τοῦ καιροῦ εἰς τὴν τῶν οἰκείων ἐξουσίαν προάγεσθαι, ἀλλὰ καθ᾽ ὃν ἀπαιτεῖται καιρὸν τῶν τὴν A δεσποτείαν προχειριζομένων κατάστασις. τί γάρ; ὁ μὲν εἰ ὑπερελάσας τὸν χρόνον οὔπω εἰς τὸ φρονεῖν ἀφίκετο, τοῦ δεσπόζειν κριθείη ἄξιος, ὁ δὲ εἰ τοῦ καιροῦ ἔλαττον ἔχων οὐκ ἐλαττοῦται φρονήσεως καὶ τοῦ ὀρθῶς τὰ πράγματα μεταχειρίζεσθαι, ἀπειρχθήσεται τῆς διοικήσεως; ἐπεὶ οὖν οὐχ ἧττον κατὰ· νοῦν ἢ τὸ σῶμα διαφέρουσιν ἄνθρωποι, καὶ οἱ μὲν εὐσταθέστε-. ροι τὸν λογισμὸν καὶ πρὸ τοῦ νενομισμένου καιροῦ, οἱ δὲ καὶ· ὑπερβάλλοντες αὐτὸν ἐν εὐσταθεῖ τὴν διάνοιαν οὐ πεπήγασι, τῷ δὴ ταῦτα βούλεσθαι ἐλλιπῶς ἔχειν τὴν νομοθεσίαν ἐποίει, καὶ ἄλλως δέ πως πρῶτον μὲν, ὅτι μὴ ῥᾴδιον μᾶλλον δὲ παντελῶς ἀδύνατον πρὸς πάντας διαβαίνειν τοῦ νομοθέτου τὸ βούλημα. πῶς γὰρ οἱ γῆς καὶ θαλάσσης μακροῖς διειργόμενοι διαστήμασιν, ἵνα τὰ ἄλλα δυσχερῆ τοῦ βίου ἐάσω, νόσους καὶ φό- βους ἐξ ἐπιβουλῆς ἐχθρῶν καὶ μελῶν πηρώσεις (ὃ πολλάκις οὐδ᾽ ἐπὶ χώρας δίδωσι προϊέναι, μὴ ὅτι γε ὑπερορίους στέλλεσθαι πορείας), πῶς οὐ κωλυόμενοι τούτοις καὶ μυρίοις ἑτέροις, ἃ τὴν ἀνθρωπίνην συνέχει ζωὴν, παρὰ μόνης τῆς βασιλικῆς κατανεύσεως τῶν οἰκείων πραγμάτων ἀξιωθήσονται τῆς ἐπιτροπῆς; Ὅπερ οὖν καθὼς ἔμπροσθεν ἔφημεν ἐνέδει τῇ νομοθεσίᾳ, προσαναπληροῦντες τοῦτο κελεύομεν, τοῖς ἤδη διαβεβηκόσι τῶν παίδων τὸν ἀτελῆ τῆς ἡλικίας καιρὸν (τουτέστι τοῖς μὲν ἀν δράσι τὸν εἰκοστὸν, ταῖς θηλείαις δὲ τὸν ὀκτωκαιδέκατον), καὶ γνώμης καταστάσει ῥυθμιζομένοις καὶ φρόνησιν συλλεξαμένοις, ὑφ᾽᾿ ἧς τὸ δεσπόζον ἡνιοχούμενον οὐ λυμανεῖται τοῖς πράγμασιν οὐδ᾽ ἐπιβλαβῶς αὐτοῖς τὸ δεσπόζειν ὀφθείη παρασχεθέν, τὴν τῶν οἰκείων ἐπιτροπὴν δίδοσθαι· τοίνυν οὗτοι καὶ λαβέ τωσαν, καὶ δεσποζέτωσαν. οἱ δ᾽ ἔτι λογισμοῦ τοῦ κυβερνήσοντος ἐνδεεῖς καὶ διὰ τοῦτο μέλλοντες ἀντὶ τοῦ δεσπόζειν (αὐτοὶ ὑπὸ ἀνοίας δεσποζόμενοι) ἐπιζήμιοι ἑαυτοῖς ὑπάρξειν, κἂν πέρα τοῦ καιροῦ ἥκοντες ὁρῶνται, οὐ λήψονται· εἰ γὰρ ὅπερ ἦν σκοπὸς, τὸ τὰ προσήκοντα καλῶς οἰκονομεῖσθαι, τοῦτο ἔτι οὔκ ἐστιν ἐπίδημον, πῶς κἂν ἐπίδημος ἡ ἡλικία, ἐπισφαλῶς αὐτοῖς ἐμπιστευθείη ἃ τῇ ἐκείνης ἐπιστασίᾳ οὐ καλῶς διοικηθήσεται; οὕτω δὲ ἄρα καὶ δυνατοὶ ὄντες πράγμασιν ἐπιστατεῖν, κἂν μὴ πρὸς τὸν καιρὸν ἔφθασαν τῆς ἐπιστασίας, οὐ κωλυθήσονται· ἓν γὰρ τὸ ζητούμενον, τὸ μὴ λυμήνασθαι τοῖς ὑπάρχουσιν, οὗ παραστάντος περιττόν ἐστι τὸν καιρὸν ἀναμένειν. Καὶ μὴ μόνον δὲ βασιλείαν τὴν τῶν οἰκείων πραγμάτων ἐπιτροπὴν καὶ διοίκησιν ἐγχειρίζειν, ἀλλὰ καὶ τοὺς ἐν ἑκάστῳ ἄρχειν λαχόντας τόπῳ καὶ κρίνειν τὸ ἀκώλυτον ἔχοντας. οὕτω γὰρ καὶ ἡ τοῦ νομοθέτου πρόνοια πάντας ὀνήσει τοὺς χρήζοντας, καὶ ὁ νόμος μᾶλλον τὸ οἰκεῖον ἐνεργήσει.