IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.27Ut pariter omnes adoptare possint '.

ΔΙΑΤΑΞΙΣ κζ '. Περὶ τοῦ ἐπίσης πάντας υἱοθετεῖσθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Καὶ καλῶς πρέπον ὑπάρχει τὴν ὠφέλειαν ἐν κοινῷ κατατίθεσθαι τοὺς ὄφελός τι ἐξευρεῖν τῷ βίῳ σπουδαῖς οἰκείαις προθυμηθέντας, ἢ τὸ βούλεσθαι μέχρις ἐνίων προσώπων περιορίζειν τοὺς δ᾽ ἄλλους ἀμετόχους ταύτης ἐᾶν, πολὺ δὲ πλέον προσῆκε τὴν ἐκ τῶν νόμων εὐεργεσίαν εἶναι κοινήν. ὥσπερ γὰρ ἐπὶ ἄρχοντος ἀρετῆς οὕτω καὶ ἐπὶ νόμων ὀφείλομεν κοινῇ τοῦ ἐκεῖθεν ἀπολαύειν καλοῦ ἅπαν τὸ ἀρχόμενόν τε καὶ ὑποκείμενον. τί τοῦτο λέγει τὸ προοίμιον; ὅτι τοῖς ἀτυχοῦσιν ἀπαιδίαν λύειν βουλόμενος τὸ δυστύχημα νόμος ἐν τῷ υἱοθετεῖσθαι προσ τάσσειν καὶ γνώμῃ ἐκεῖνο κτᾶσθαι ὁ μὴ εὔπορον λαβεῖν παρὰ τῆς φύσεως, οὐ πρὸς πάντας ὁμοίως διέσωσε τὴν προαίρεσιν, ἀλλ᾽ ἀνδράσι μὲν καὶ γυναιξὶν, ἃς ἐγνώρισε μὲν ἡ φύσις μητέρας, εἰς ἀπαιδίαν δὲ ἀφαιρέσει τῆς γονῆς περιέστησες, τὸ υἱοθέτημα ἐδωρήσατο, εὐνούχους δὲ καὶ γύναια, ὧν οὔπω τῶν κόλπων ὁι τοῦ γένους ἤνθησε στάχυς, οὐκ ἀξίους ἔκρινε τοῦ εὐεργετήματος, οὐχ ὁρῷ τίνα τρόπον οὕτω μικρολογούμενος. οὐ γὰρ ὅτι ἐζημίωνται τὸ εἶναι φύσει πατέρες εὐνοῦχοι, διὰ τοῦτο νόμῳ τὴν ζημίαν ἐπιτείνειν χρὴ, ἀλλὰ τούναντίον μᾶλλον τὸ ἐκεῖθεν ἐνδεὲς ἑτέρῳ τρόπῳ μὴ κωλύειν πορίζεσθαι, καθὼς ἐν ταῖς ἄλλαις κολοβώσεσι τῶν φυσικῶν ἐνεργειῶν, οἷον ἐπὶ χειρῶν καὶ ποδῶν καὶ εἴ τι ἄλλο ἀπεστέρηνται ἄνθρωποι, οὐ κωλύονται τὸν δυνατὸν τρόπον παραμυθεῖσθαι τὴν κολόβωσιν. καὶ μὴν οὐδὲ γυναῖκας, διότι μὴ ὤφθησαν μητέρες, εὔλογόν ἐστιν ἀποτρέπειν υἱοθετεῖσθαι. τίς γὰρ ὁ λόγος τοῦ τὰς μὲν, ὅτι ἀφηρέθησαν τῶν παίδων, φιλοτιμεῖσθαι πάλιν κτήσει τῶν παίδων, τὰς δὲ, ὅτι παντελῶς ἄποροι τοιούτου γεγόνασι κτήματος, διὰ βίου ταύτῃ τῇ ἀπορίᾳ βούλεσθαι ταύτας συζῆν; εἰ γὰρ τοῦτο μάλιστα τὸ ἀπὸ τῶν παίδων χρήσιμον, λέγω δὴ γηροτροφία, πῶς οὐχὶ καὶ ταύταις κἀκείναις ἐξ ἴσου μετέχειν τῆς εὐεργεσίας ἔπρεπε παρασχεῖν; οὕτω γὰρ ἂν καὶ ὅσαις ὁ βίος πένης καὶ ἄπορος, κουφοτέρα ὑπῆρξεν ἡ πενία τοῖς παισὶ βοη- θουμέναις, καὶ ὅσαι τὸν βίον ἐν ἀφθονίᾳ καὶ πλούτῳ φερόμενον ἔχουσι, καὶ ταύταις υἱοθεσία συμφέρουσα· ὁ γὰρ εἰς τάξιν υἱοῦ προφερόμενος εἰς ἐκεῖνα καὶ ὑπηρετούμενος τῇ μητρὶ καὶ ὑπὲρ αὐτῆς σπουδάζων ἅπερ ἐστὶν εἰκὸς παῖδα φρονεῖν, τήν τε περιουσίαν εἰς τὸ ἀκαινοτόμητον οἰκονομήσει καὶ τὸ βάρος τῶν φροντίδων συμμεριζόμενος τῇ μητρὶ εὐθυμότερον αὐτὴν βιῶναι παρασκευάσει. Τοιγαροῦν ἡ ἡμετέρα βασιλεία τοὺς μὴ ἐπιτρέποντας νόμους υἱοθετεῖσθαι ἅπερ ἔφημεν πρόσωπα τῆς ἐπιτροπῆς ἀπο χειροτονοῦσα, πᾶσιν ἐκτίθεται νόμον τοῖς βουλομένοις υἱοποιεῖσθαι, ἄν τέ τις τὰ ἀῤῥένων ἀφήρηται ἄν τέ τινα οὔπω ἥλιος· εἶδε μητέρα, ἄδειαν παρεχόμενον, οὐ μόνον δ᾽ ἅπερ εἶπον καλὰ ἐκ τῆς υἱοθεσίας γινόμενα, ἀλλ᾽ ὅτι καὶ τὸ τῆς παρθενίας σεμνὸν καὶ ἐκ τούτου τιμώμενον καθορῶ. αἱ γὰρ ὅσαι μᾶλ λον γαμικῆς ὁμιλίας τιμῶσι μὲν τὴν παρθενίαν, προτιμῶσαι δὲ ὅμως παίδων ἔρωτι νύττονται, τοῦτο καὶ γαμικῆς ὁμιλίας ἐκτὸς προσγινόμενον αὑταῖς ὁρῶσαι τὸ σεμνὸν τῆς παρθενίας οὐ περιόψονται. οὐ γὰρ δὴ ἄξιον, διότι θῆλυ πρόσωπον ὑπεξ ουσίους ἔχειν παῖδας οὐκ ἐφεῖται, διὰ τοῦτο μὴ ἐξεῖναι υἱοθε τεῖσθαι. πρῶτον μὲν ὅτι εἰ τις τοῦτο συγχωρήσοι, οὐ μόνον τὰς ἀτόκους τῶν γυναικῶν τῆς υἱοθεσίας ἀπείργει, ἀλλὰ καὶ τὰς ὀφθείσας μητέρας· θῆλυ γὰρ ὡς φησι πρόσωπον ὑπεξουσίους οὐ δύναται ἔχειν παῖδας. ἔπειτα δὲ ὁ τοῦτο θεσπίζων νόμος περὶ ἐκείνων λέγει, ὅσοι προκρίνουσι τῶν μητέρων διαστάντες ἰδίως ῥυθμιζόμενον ἔχειν βίον, ἀλλ᾽ οὐ περὶ τοίτων, ὅσοι τὴν μητρικὴν ἐξουσίαν ἡδέως φέρουσι καὶ διὰ βίου τὴν ὑποταγὴν αὐταῖς σώζειν ἐγνώκασιν. οὔκουν ὁ νόμος τὴν ἀπὸ γνώμης ὑποταγὴν καὶ οἰκείωσιν, ὅπερ καὶ ἐνταῦθα συμβαίνει, οὐκ ἀπαγορεύει, ἀλλ᾽ ἐκεῖ τὸ θῆλυ πρόσωπον ἀφαιρεῖται τὴν ἐξουσίαν, οὗ γνώμης ἑκουσιότης εἰς ὑποταγὴν οὐ συνέρχεται. ἐπεὶ εἰ τοῦτο, πῶς πολλαὶ τῶν μητέρων κεχηρωμέναι παῖδάς τε συμβιοῦντας καὶ ὑποταττομένους μέχρι τῆς ἐσχάτης ἔχουσιν ἡμέρας, καὶ ἐν χερσὶν αὐτῶν τὴν ζωὴν καταλύουσαι τῆς τε μητρικῆς εὐλογίας καὶ τῶν προσόντων καταλιμπάνουσι κληρονόμους; Καὶ τοῦτο δὲ ἡ βασιλεία ἡμῶν τὸ ὑποχείριον φιλοτιμεῖ ται, ὥστε μὴ μόνον παρὰ βασιλέως (καθὼς οἱ πρόσθεν ἐπέτρεπον νόμοι) τὸν υἱοθετεῖσθαι βουλόμενον, ἀλλὰ καὶ παρὰ παντὸς τοῦ καθ ' ἑκάστην χώραν τὸ ἄρχειν καὶ διέπειν λαχόντος τὴν ἐξουσίαν λαμβάνειν.