JGR III 2.26Ut adoptare possint eunuchi.
ΔΙΑΤΑΞΙΣ κς '. Περὶ τοῦ υἱοποιεῖσθαὶ εὐνούχους καὶ γυναῖκας. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων.
Abrir no leitor do IusCommune →0
pr.Μέγα καὶ τίμιον ἀνθρώποις παρὰ τοῦ πλάσαντος θεοῦ δῶρον. ὁ γάμος· οὐ γὰρ μόνον δαπανωμένῃ θανάτῳ βοηθεῖ τῇ φύσει, καὶ τὴν διαμονὴν τῷ γένει χαρίζεται οὐκ ἐῶν ὑπ᾽ ἐκείνου κατανεμόμενον παντελῶς διαῤῥυῆναι, ἀλλὰ καὶ ἄλλως διὰ τῆς παιδοποιΐας μεγάλα τῷ ἀνθρωπίνῳ χαριζόμενος βίῳ. τί γὰρ ἡδύτερον εἰς θυμηδίαν ἀνθρώπων τῆς ἐκ παίδων εὐφρο σύνης; τί δ᾽ ὠφελιμώτερον ἐν τοῖς κατὰ τὸν βίον πράγμασι τοῖς τε ἄλλοις καὶ ἃ πρὸς γῆρας ἡμῖν συναντᾷ; τῇ γὰρ τῶν παίδων ἐπικουρίᾳ κουφότερον τὸ βαρῦνον τοῦ γήρως ὁρᾶται. ἀλλὰ γὰρ ταύτης τῆς ὠφελείας ἐπεὶ μὴ πᾶσιν ἐστὶ μεταλαχεῖν διὰ τῆς τοῦ γάμου ὁμιλίας, ἐβουλήθη νόμος, καὶ καλῶς ἐβου λήθη, οἰκείᾳ φιλανθρωπίᾳ τοὺς μὴ παρὰ τῆς φύσεως λαβόντας τὸ δῶρον εὐεργετῆσαι. πλὴν οὐκ εἰς πάντας ἐφύλαξε τὴν προαίρεσιν ἀνελλιπῆ τὴν εὐεργεσίαν πεποιημένος. τοῖς μὲν γὰρ παρέσχεν ἐξουσίαν καὶ δίχα γάμου ποιεῖσθαι παῖδας, τοὺς δὲ ἀμετόχους τῆς χάριτος εἴασε, καίτοιγε τὸν ἅπαξ εἰς τοῦτο καταστάντα νόμον ἐφ᾽ ᾧ λῦσαι τὴν ἀπαιδίαν τοῖς στερουμένοις, δ᾽ ἑαυτοῦ δεικνύντα πατέρας οἷς ἐκ τοῦ γάμου τοῦτο εἶναι οὐ γέγονεν, εἰς πάντας ἐχρῆν διαβιβάσαι τὴν φιλοτιμίαν. ἀλλ᾽ οὐχ οὕτω βούλεται, ἀποπέμπεται δὲ τούτους, οἳ τὰ καιριώτατα ἐζημίωνται καὶ οὓς ἦν εἰκὸς ἠδικημένους καὶ τῆς παιδοποιοῦ ἀφηρημένους δυνάμεως οἰκτείρειν. καὶ ἡ αἰτία τῆς ἀποπέμψεως, ὅτι φησὶν οὓς ἡ φύσις οὐκ οἶδε γονῆς κληρονόμους, τούτοις οὐδ᾽ ὁ νόμος τοιαύτης μεταδώσει κληρονομίας. τοὺς δὲ ἄρα οὐχὶ ἡ φύσις, ἀλλὰ ἀνθρώπων ἀδικία τὴν κληρονομίαν ἀφείλετο. Οὓς ἡ βασιλεία ἡμῶν εὖ ἔχειν ὑπολαμβάνουσα μὴ πρὸς τῇ ζημίᾳ ἣν ἐξ ἀνθρώπων ὑπέστησαν δευτέραν ὑπέχειν διὰ τοῦ νόμου ζημίαν, θεσπίζει βουλομένους υἱοποιεῖσθαι ἀκώλυτον ἔχειν τὴν βούλησιν. οἶμαι γὰρ ἐκεῖ μᾶλλον ἀναγκαίαν ὁρᾶ- σθαι τὴν εὐεργεσίαν, οὗ τὸ ἐξ αὐτῆς ὠφέλιμον χρειωδέστερον πέφυκεν. εὐνούχοις δὲ μάλιστα ἡ ἐκ τοῦ νόμου παιδοποιΐα τοσοῦτον χρειωδεστάτη, ὅσον καὶ μόνον τούτῳ λαμβάνουσι τῷ τρόπῳ τὸ εἶναι πατέρες· καὶ τῆς παρὰ νἱῶν θεραπείας οὕτως αὐτοῖς ἀπολαύσειν ὑπάρξει, ἧς οὐκ ἐστι φιλάνθρωπον ὅτι τῶν. γονίμων ἀπεστέρηνται μορίων συναποστερεῖσθαι. ἀλλ᾽ ὥσπερ ὁ φωνῆς ἀποτετμημένος οὐ κεκώλυται τὰ τῆς γλώττης ἀναπληροῦν διὰ τῆς χειρὸς, οὐδ᾽ ὃς ἀπορεῖ λόγον διὰ χειλέων ἐρεύξασθαι, τοῦτον διὰ τῆς γραφῆς εἰς τὴν περὶ τῶν οἰκείων διάταξιν προάγειν ἀποτρέπεται, οὕτω προσῆκε καὶ τοὺς ἀφαιρέσει τῶν παιδοποιῶν μελῶν τε καὶ μορίων γονῆς ἀποροῦντας μὴ κωλύειν ἑτέρῳ τρόπῳ παραμυθεῖσθαι τὴν ἀπορίαν.