JGR III 2.25De emancipatione et dotis restitutione.
ΔΙΑΤΑΞΙΣ κε΄.
Abrir no leitor do IusCommune →0
pr.Περὶ λύσεως ὑπεξουσιότητος καὶ ἀναδόσεως προικός. Ὁ αὐτὸς βασιλεὺς τῷ αὐτῷ στυλιανῷ. Α τοῖς ἀρχαιοτέροις τῶν αὐτοκρατόρων περὶ λύσεως ὑπεξουσιότητος νενομοθέτηται, καλά γε ὄντα καὶ ἄξια καινοτομίας ἀνώτερα συντηρεῖσθαι, οὐκ οἶδ᾽ ὅπως οὐκ ἔτυχε τῆς προσηκούσης αἰδοῦς, ἀλλ᾽ ὁρᾶται εἰ καὶ μὴ παντὶ μέρει ἀλλ᾽ οὖν ἀτιμαζόμενα οὐκ ὀρθῶς. δούλοις μὲν γὰρ ἐλευθερίας ἠξιωμένοις μὴ καθάπαξ ὁριζόντων ἀναφαίρετον εἶναι τὸ δώρημα, ἀλλ᾽ εἰ γνώμῃς πονηρίας ἁλοίη τὶς μιᾷ τῶν ἀπηγορευμένων αἰτιῶν ἢ τὸ τῆς ἐλευθερίας ἀξίωμα ἰσχὺν ἔχει πρὸς σχῆμα δουλείας μεταποιεῖν, πάλιν εἰς τῶν δούλων τὴν χώραν ἄγεσθαι, ἀκούουσιν εὐλαβῶς καὶ τιμῶσι τὸ νομοθέτημα, παῖδας δὲ ἅπαξ τῆς γονέως· ἀπολελυμένους ἐξουσίας ἐπιτρεπόντων τῷ αὐτεξουσίῳ τῆς γνώμης διὰ παντὸς ἀποχρῆσθαι, οὐχ ὁμοίως ἔδοξεν ἀκούειν οὐδ᾽ ὡς ἀθετήσεως κρείττω θεσπιζόντων στέργειν τὸ δόγμα, ἀλλ᾽ ὁρᾶται σήμερον οὐδενὶ λόγῳ (οὐδὲ γὰρ νόμῳ κεκαινοποιη, μένῳ ἠθέτηται) τὸ κῦρος ἀφῃρημένον. ἔδοξε γάρ τις τῶν κρίνειν λαχόντων (καὶ θαυμάζω πῶς ἔδοξε), μὴ τοὺς καταστάντας αὐτεξουσίους τῶν παίδων ἁπλῶς ἔχειν ἣν ἔλαβον ἐξουσίαν, ἀλλ᾽ εἰ μὴ παίδων ὀφθεῖεν πατέρες, ἀποχειροτονεῖσθαι τὸ αὐτεξούσιον καὶ πάλιν ὑπὸ τὴν τοῦ γονέως ἐπιτροπὴν καθίστασθαι· οὐ τοσοῦτον δὲ μόνον, ἀλλὰ καὶ κἂν σπορᾶς ἑαυτοῦ ἀνθήσασάν τις ἴδοι γονὴν, θάνατος δ᾽ αὐτὴν ἐπεῖδες δριμεῖ ὀφθαλμῷ καὶ εἰς ἀπαιδίαν περιέστησεν, ἀποβάλλειν μετὰ τῶν παίδων καὶ τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ μήτε γράφειν διαθήκας μήτε διοικεῖν ὡς ἂν δοκῇ τὰ παρὰ τῶν γονέων δεδωρημένα συγκεχωρῆσθαι. τοῦτό τισιν εἰς δόξαν ἐλθὸν καὶ ῥᾳδίως παραδεχθὲν τοῖς ὕστερον μέχρι τοῦ νῦν· ὁρᾶται πολιτευόμενον τῆς παλαιᾶς ἀτιμαζομένης νομοθεσίας. ἀνανεούμενοι οὖν τὴν πάλαι περὶ τούτου κυριότητα τῶν νόμων, οὐδένα θεσπίζομεν τῶν περὶ προικὸς ἀναδόσεως διαλαμβανόντων ἀθετούμενον ἄπρακτον εἶναι. τί οὖν ἐκεῖνοί φασιν; ἀπαιδίας περιστοιχιζούσης τὸν παῖδα τὴν μὲν ἐκ τοῦ πατρὸς ἥκουσαν αὐτῷ δωρεὰν ἀναστρέ- φεσθαι πρὸς τὸν δεδωκότα, μηκέτι δὲ κἀκείνην, ἢ τῷ παιδὶ πρόσεστιν ἢ παρὰ τῆς μητρὸς δεδομένη ἢ παρά τινος τῶν ἔξω, εἰ μὴ ἄρα οὕτω παρὰ τῶν διδόντων συμπεφώνηται ὥστε αὐτὴν ἀναστρέφεσθαι. ἀλλὰ καὶ ἃ τοῖς παισὶν οἱ πατέρες διδόασιν ἅμα τῷ ἀφεῖσθαι τῆς ἐξουσίας, καὶ ταῦτα τοῖς λαβοῦ- σιν ἀναφαίρετα μένειν παρακελεύονται, καὶ συνίστασθαι ἐπ᾿ αὐτοῖς διαθήκας, εἰ μὴ συμφώνου κώλυμα παρῇ ἐν τῷ δωρεῖσθαι τὸν πατέρα γεγενημένον. Τούτοις οὖν καὶ ἡμεῖς ὁμογνωμονοῦντες εἰδέναι πάντας παρεγγυώμεθα, ὡς εἰ παῖς πρὸς αὐτεξουσιότητα ἀφειμένος ἄτε- κνος ὢν διάθηται, ἐκεῖνα μόνα λήψονται οἱ γονεῖς, ἃ παρὰ τὸν νόμον δηλαδὴ τὸν φαλκίδιον εἰς αὐτοὺς ἔρχεται, ἄνπερ μὴ σύμφωνον φθάσῃ προγεγονὸς ὥσπερ ἔμπροσθεν εἴρηται, οἱ δὲ λοιποὶ συγγενεῖς οὐδὲν παντελῶς, εἰ καὶ ἀδιαθέτως καλοῖντο, ὡς τὰ περὶ τῆς ἀναδόσεως καταπεφρονηκότες. καὶ τοῦτο δὲ ἄξιον ἐπισημήνασθαι, ὡς μόνῳ ἄῤῥενι προσώπῳ ὑπεξούσιος χρηματίζει ὁ παῖς. ἐπειδὴ δὲ πρὸς τοῖς ἄλλοις τρόποις καὶ οὗτος ἐδείκνυ τὸν παῖδα αὐτεξούσιον, εἴ γε καὶ ὁ τὴν ἐπιτροπὴν ἐγκεχειρισμένος (εἴτε πατὴρ εἴη εἴτε προπάτωρ) τὸ ἀπό λυτον αὐτῷ οἰκείῳ στόματι ἐδωρεῖτο, ἡμεῖς καὶ τοῦτο προσεπισυνάπτομεν, ὡς εἰ πρὸς διαγωγὴν ἰδιογνωμονοῦσαν ὀφθείη μόνον ὁ παῖς καταστάς (ἄν τε γλώσσῃ τοῦτο ὡμολόγηται οὗ ὑπ᾽ ἐξουσίαν ἐτέλει, ἄντε γλῶσσα μὲν οὐ παρέσχε τοῦτο, ἄλλως δὲ γνώμη σιωπῶσα καὶ ἰδίως ῥυθμιζομένῳ τῷ παιδὶ οὐκ ἐναντιουμένη ἀλλὰ παραχωρήσασα καθ᾽ ἑαυτὸν διάγειν), κἂν η γαμικῆς ὁμιλίας ἔξω, εἶναι αὐτῷ κεκυρωμένον τὸ αὐτεξούσιον. εἰ γὰρ δοῦλοι ἅπαξ ἀφειμένοι ζυγοῦ μὴ πονηροὶ ὀφθέντες οὐχὶ πάλιν ἕλκειν αὐτὸν ἀναγκάζονται, πῶς οὐκ ἄτοπον, ἀπολελυμέ νους τοὺς παῖδας πάλιν ἄγειν ὑπὸ ζυγὸν, καὶ μὴ μετεῖναι αὐτοῖς ἀϊδίου ἐλευθερίας, ἧς ὥσπερ ἔφην καὶ δοῦλοι ἀπολαύουσιν;