IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.24Ne matrimonium contrahant naturales liberi cum adoptivis.

ΔΙΑΤΑΞΙΣ κδ '. Περὶ τοῦ μὴ γαμεῖν τὰ τέκνα τὰ φυσικὰ τὰ θετά.

Abrir no leitor do IusCommune →

0

pr.Ὁ αὐτὸς βασιλεὺς τῷ αὐτῷ στυλιανῷ. Πολλοὶ τὸν πρεσβύτερον χρόνον ἀποσεμνύνοντες βούλονται πρεσβεῖα νέμειν αὐτῷ τῆς τῶν πραγμάτων τάξεώς τε καὶ καταστάσεως· ἐγὼ δὲ οἶδα μὲν αὐτὸν τοῦ νεωτέρου χρόνου κρατεῖν ἐν πλείστοις, οὐ μὴν ἀλλὰ ἐλαττούμενον ἐν τισι καθορῶ. ὄντων δὲ οὐκ ὀλίγων ἐν οἷς ὑπὸ τοῦ νεωτέρου παρευδοκιμεῖται χρόνου, μάλιστα ἐν τῷ μέρει τῶν υἱοθεσιῶν τοῦτο πάσχων ὁρᾶται, ἃς παντάπασι μὴ κατὰ πρέποντα κόσμον ποιεῖ, ἄνευ τελετῆς θείας καὶ ἱερῶν ᾠδῶν ταύτας ποιούμενος, ἀλλ᾽ ἁπλῶς τοῖς βουλομένοις υἱοθετεῖσθαι μόνον διδόντος τοῦ νόμου. ἐξ οὗ συμβαίνει πολλάκις τὴν ἀδελφὴν κλῆσιν εἰς γαμικὸν μεταπίπτειν σχῆμα, καὶ ἡ τέως ἐν ' θυγατρὸς οὖσα κόρη εἰς τὴν νυμφικὴν μετετίθετο, ἢ υἱὸς ἀντὶ τοῦ εἶναι τοῦτος γαμβρὸς ἐγνωρίζετο, γαμικαῖς ὁμιλίαις ἁρμοζομένων τοῦ τε φύσει παιδὸς καὶ ὃν ἡ υἱοθεσία εἰς τὴν τῶν παίδων ἵστη τάξιν, οὐδὲν ὑπολογιζομένης τῆς πράξεως διὰ τὸ μὴ τελετῆς ἱερᾶς μεσολα- βούσης ἐκεῖθέν τινα κώλυσιν ἀπαντᾶν πρὸς τὸ γαμικὸν συνοικέσιον. ᾿Αλλὰ πάλαι μὲν κατὰ λόγον μὴ υἱοθετουμένων προσήκοντα εἰ καὶ ὁ γάμος ἔχει πως τὸ ἄδοξον, ὅμως οὐχὶ καὶ παρανομίας ἀνέχεται, νῦν δὲ κατὰ θεσμὰ γινομένης καὶ πρέποντα καὶ δίκαια τῆς υἱοθετήσεως, καὶ διὰ τελετῆς ἱερᾶς τῶν μὲν εἰς γονέων τάξιν καθισταμένων τῶν δὲ εἰς τὴν τῶν παίδων, οὐκέτι περιλείπεται λόγος εἰς γάμον συνάπτεσθαι τοῖς κατὰ φύσιν τοῦ υἱοποιησαμένου παισὶ τοὺς εἰσποιητοὺς παῖδας. τοιγαροῦν καὶ θεσπίζομεν, μηδαμῶς ἐξεῖναι τοὺς οὕτως ὑποβεβηκότας τὸ τῶν ἀδελφῶν ὄνομα πρὸς τὸ τῆς συζυγίας ἀντὶ τῖς ἀδελφότητος μεθαρμόζεσθαι.