IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.23Ne propria sponsalia praesides in locis, quibus praesunt, contrahant '.

ΔΙΑΤΑΞΙΣ κγ '. Περὶ τοῦ μὴ μνηστείας ποιεῖν ἰδίας τοὺς κατὰ τὸν τό - Γ πον ἄρχοντας. Ὁ αὐτὸς βασιλεὺς τῷ αὐτῷ στυλιανῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἦν μὲν οὖν ἄξιον καὶ ἀνθρωπίνης διανοίας καὶ ἀρχικῆς ἀρετῆς, τοὺς εἰς ἀρχὴν προβαλλομένους, ἀνθ᾽ ὧν ὑπὲρ πολλοὺς τοὺς ἄλλους δόξης ἀπέλαυσαν καὶ τιμῆς, εὐλαβεῖς εἶναι περὶ τὴν συντήρησιν· καὶ φυλακὴν τῶν τοῦ θεοῦ προσταγμάτων, καὶ προνοητικῶς περιέπειν τὸ ὑποχείριον, ἀλλὰ μὴ συνθλίβειν αὐτοὺς χειρὶ βαρείᾳ. ἐπεὶ δ᾽ ἐστὶν, οὓς ἡ βίαιος καὶ ἄδικος γνώμη § τῆς εὐθείας ἐκφέρουσα τρίβου τῶν ἐντολῶν ἄγει εἰς τὴν διεστραμμένην καὶ τυριωνικὴν πλεονεξίαν, καὶ ἀντὶ προνοίας ἀρχικῆς ἐπιδείκνυσθαι παρασκευάζει τὴν βιαίαν προαίρεσιν, ὥσπερ ἀναχαιτίζων παλαιὸς ἐθέσπιζε νόμος, τοὺς ἐν ἑκάστῃ ἐπαρχίᾳ ἡγεμονεύοντας μὴ ἔχειν ἄδειαν συναλλάγματα καὶ μνηστείας ποιεῖν, καὶ τὴν ἀκρίβειαν ταύτην ἐπὶ υἱῶν καὶ ἐγγόνων καὶ τῶν ἄλλων ὁρισάμενος ἀῤῥένων συγγενῶν, θυγατέρων ἔκδοσιν οὐκ ἐκώλυσε. Τοῦτο οὖν ὡς ἐλλεῖπον τῇ ἀρίστῃ νομοθεσίᾳ προστιθέντες ἡμεῖς θεσπίζομεν, ὥσπερ τοὺς υἱοὺς καὶ τοὺς ἄλλους ἄρ ῥενας συγγενεῖς καὶ οἰκείους, οὕτω καὶ θυγατέρας καὶ τὰ ἄλλα τοῦ θήλεος μέρους πρόσωπα τῶν ἐν ἑκάστῃ ἐπαρχίᾳ διαλαχόντων ἄρχειν εἰς μνηστείαν διδόναι κωλύεσθαι. διὰ τί γὰρ υἱὸς μὲν καὶ εἴ τις ἕτερος τῶν ἀῤῥένων προσώπων ὑποκείσεται τῷ ψηφίσματι, θυγάτηρ δὲ τοῦ νόμου κρείττων διαμενεῖ; καίτοι Μπολλάκις τοῦ ἄῤῥενος μέρους πολλοῖς καὶ τρόποις καὶ ἐπιτηδεύμασιν ἑαυτῷ τε καὶ τῇ μεμνηστευμένῃ καὶ τοῖς ἄλλοις οὓς ἡ κηδεία συνῆψε δυναμένου χρησίμου γενέσθαι. τάχα γὰρ ἢ ἀξιώματος ἐπιβατεύσας ἢ ἐμπορίαν τινὰ μετιὼν ἢ ἄλλως τοῦ οἰκείου βίου ἐπιμέλειαν ἀναλαβὼν, ὥσπερ ἔφην, οὔθ᾽ ἑαυτῷ Κοὔτε τοῖς ἄλλοις οἰκείοις ἀχρήσιμός ἐστιν, ὧν οὐδὲν τὸ θῆλυ μετέρχεσθαι γένος ὡς τὰ πολλὰ ἐπιτηδείως ἔχει.