JGR III 2.22Ut mulier secundo non nubens filii portionem proprietatis jure capiat, similiter etiam pater.
ΔΙΑΤΑΞΙΣ κβ. § Περὶ τοῦ μὴ δευτερογαμήσασαν γυναῖκα λαμβάνειν παι-
Abrir no leitor do IusCommune →0
pr.δὸς μοῖραν κατὰ δεσποτείαν, ὁμοίως καὶ πατέρα. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων. Ὥσπερ καὶ ἐπ᾿ ἄλλων πλείστων οὐδενὸς ἀτόπου συμβαί(ν νοντος οὐδὲ τοῖς πράγμασι βλάβης γινομένης εἴξαμεν τῇ συνηθείᾳ, μᾶλλον δὲ προνόμιον αὐτῇ νόμου παρέσχομεν ἤδη τοῦ πλήθους οἰκείως πρὸς αὐτὴν ἔχοντος καὶ ταύτης ἀποσπᾶσθαι οὐκ ἀνεχομένου, οὕτω καὶ ἐπὶ τοῦ μέρους τῆς δωρεᾶς, ἣν παίδων οὖσα μήτηρ γυνὴ λαμβάνει, καὶ μὴ δευτέροις γάμοις άναΚγομένη τὴν νυμφικὴν συμφύρει κοίτην, ποιεῖν ἐγνώκαμεν. ἀρχαιοτέρου γὰρ νόμου τὴν τοιαύτην δωρεὰν ὁριζομένου, ὡς δοθέντος τοῦ ὑποβόλου εἰς χρῆσιν τῇ γυναικὶ, μοῖραν παιδὸς ἑνὸς ἐξ αὐτοῦ τοῦ ὑποβόλου κατὰ δεσποτείαν ἰδίαν μετὰ τῆς ἄλλης χρήσεως τὴν γυναῖκα λαμβάνειν· εἶτα δὴ μεταγενεστέρου νόμου ταύτην δὴ τὴν ἑνὸς παιδὸς μοῖραν οὐκ ἐκ τοῦ ὑποβόλου συραν πάλιν τὸ κέρδος), ἀλλὰ καὶ εἰς τὴν ἄλλην ἀνδρψαν περι ταύτην χωρεῖν· τούτων γὰρ ὑπὸ τῶν νόμων διατεταγμέουσίαν μενων, ἡ συνήθεια μηδενὶ τῶν νόμων ὀρθῶς ἑπομένη, ἀλλ ' ἐν μέρει μὲν τούτῳ ἐν μέρει δὲ ἐκείνῳ, οὔτε ἐκ μόνου τοῦ ὑποβόΓλου τὴν παιδικὴν μοῖραν ἀξιοῦ διδόναι τῇ γυναικὶ οὔτε τῆς ἔξω κειμένης τοῦ ὑποβόλου ἄλλης ὑπάρξεως τοῦ ἀνδρὸς, ἀλλ᾽ ὁμοῦ πάσης αὐτοῦ τῆς περιουσίας ἐκείνην ἀναλεξαμένη τὴν μοῖραν χαρίζεται. Ταύτην οὖν τὴν συνήθειαν, ἐπείπερ οὐ λυπηρὰν ὁρῶμεν τοῖς πράγμασιν, ὥσπερ ἐπ᾿ ἄλλων ἐδικαιώσαμεν, νόμου τιμῶμεν ἀξιώματι, καὶ ἔστω γε ἀπὸ τοῦ νῦν νόμου ἰσχὺν ἀλλ᾽ οὐ συνηθείας κεκτημένη. εἰ μέντοιγε μόνῳ τῷ ὑποβόλῳ ἡ τοῦς ἀνδρὸς ἀριθμεῖται ὑπόστασις πᾶσα, μετὰ τῶν παίδων τούτου συνδιακειμένη ἡ μήτηρ τὴν μὲν διαφέρουσαν αὐτῇ μοῖραν εἰς ὁλόκληρον ἀπολήψεται δεσποτείαν, τοῦ δ᾽ ἄλλου τὴν χρῆσιν ἕξει. εἰ δὲ μὴ ἐξαρκεῖ πρὸς σύστασιν τοῦ ὑποβόλου ἡ περιουσία, τὴν μοῖραν ἡ γυνὴ λήψεται οὐ κατὰ τὴν εὑρισκομένην τοῦ δ μειωθέντος ὑποβόλου ποσότητα, ἀλλὰ τοσοῦτον ἔχουσα, ὅσον ἂν ἔσχεν, εἰ μηδὲν ἠλαττωμένον ἀλλὰ πλῆρες ὂν τὸ ὑπόβολον ἐγνωρίζετο. τοιαύτης οὖν διδομένης τῇ γυναικὶ μερίδος, τὰ περιλειπόμενα ἔστω τῶν παίδων, εἰ δὲ μηδὲν ὑπολείποιτο, ὡς κλῆρον τὴν ἀκληρίαν ἀποίσονται. ἀλλὰ ταῦτα μὲν περὶ γυναικός. ὁ ἀνὴρ δὲ ἄπαις μὲν ὢν (καθάπερ ἐν ἄλλοις διώρθωται καὶ διατέτακται) οὐδὲν οὔτε λήψεται οὔτε ζημιωθήσεται, παίδων δὲ πατὴρ γεγονὼς καὶ μὴ δευτέροις γάμοις τὸν πρὸς τὴν γυναῖκα πόθον μαράνας καὶ αὐτὸς λήψεται μοῖραν παιδὸς, τεκνοτροφίας τε ἕνεκα καὶ τῆς διασεσωσμένης αὐτῷ πρὸς τὸν ἱσ πρῶτον γάμον καὶ αἰδοῦς καὶ τιμῆς.