IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.21Ut observetur promissio dotis aut ex paternis aut ex maternis bonis facta.

ΔΙΑΤΑΞΙΣ κα. Περὶ τοῦ φυλάττεσθαι τὴν ἐπαγγελίαν τῆς προικὸς ἢ ἐκ πατρώας ἢ μητρώας περιουσίας.

Abrir no leitor do IusCommune →

0

pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων. Ὥσπερ ἐπὶ τῶν πλαστίγγων ὁρῶμεν, ὅταν οὐδὲ κατὰ βραχὺ [[τυγχάνωσιν ἑτεροῤῥεπεῖς, τότε πρὸς τὴν τῶν σταθμωμένων διάκρισιν ἐπιτηδείους οὔσας παραλαμβάνεσθαι, οὕτω καὶ νόμον ὅτε μηδὲ βραχὺ παρατρέπει τὸ δίκαιον, τότε πρὸς διαίτησιν τῶν πραγμάτων ὄντα προέρχεσθαι ἄξιον· αἱ μὲν γὰρ τὸ ἴσον, ὁ δὲ τὸ δίκαιον ἀῤῥεπὲς ὀφείλουσι διασώζειν. τί τοῦτο ἔφην; Κἐν τοῖς κώδιξι διάταξις ἀναγέγραπται, ἢ τοὺς πρὸς γάμον συνάπτοντας τέκνα γονέας τὰς ὑποσχέσεις, ὅσαι προῖκας ἢ πρὸ έσας γάμου δωρεὰς ἐκτελοῦσιν, ἀπαιτοῦσα᾽ οὐκ οἶδ'᾽ ὅν τινα τρόπον φύρει τὸ δίκαιον. βούλεται γὰρ καθυπεσχημένον παιδίῳ προῖκα ἢ πρὸ γάμου δωρεὰν τὸν πατέρα, ἀδιορίστως μὲν ταύτην πε* ποιημένον, πᾶσαν ἐκ τῶν οἰκείων πληροῦν τὴν ὑπόσχεσιν καὶ ἐκ τῆς αὑτοῦ μόνης περιουσίας ὅλην αὐτὴν καταβάλλεσθαι· διορισάμενον δὲ καὶ οὕτως εἰπόντα ὡς ἔκ τε τῶν ἐμῶν καὶ τῶν τοῦ παιδὸς τὰ ὑποσχεθέντα παρέξω, ἀπορίας μὲν αὐτὸν κατεχούσης μηδὲν ἐκεῖνον εἰς τὴν ὑπόσχεσιν συντελεῖν, τοῦ δὲ παι* δὸς μόνην τὴν ὕπαρξιν ἐκπληροῦν ἃ ὑπέσχετο κοινῇ συμπληρώσειν ὁ γονεὺς, εὐπόρου [δὲ] τοῦ πατρὸς ὄντος τὸ ἀνάπαλιν γίνεσθαι, μόνου αὐτοῦ ἐκ τῶν οἰκείων ἃ ὑπέσχετο πληροῦντος. καὶ τοῦ παιδὸς οὐ κοινωνοῦντος· κἂν μὴ μόνος ἀλλὰ σὺν τῷ παιδὶ τὴν ὑπόσχεσιν ἐκπληρώσειν ἐπηγγείλατο, οὐκ ἄξιον οἴεζίται τὸν παῖδα παρέχειν διὰ τὸ μὴ καὶ αὐτὸν ὑποσχέσθαι. τοῦτο οὖν ἡμῖν παρατροπής τις εἶναι τοῦ δικαίου νενόμισται. οὔτε γὰρ, ὁποίᾳ ἂν καὶ περισχεθῇ ὁ γονεὺς ἀπορίᾳ, μόνον τὸν παῖδα καταβάλλειν τὰ ὑπεσχημένα ἐκ τῶν οἰκείων δικαιοσύνη νόμου, οὔτε πάλιν οὔσης εὐπορίας ἔξω δεῖ τὸν παῖδα παντελῶς εἶναι τῆς συνεισφορᾶς, χορηγουμένης ἐκ τῶν τοῦ γονέως τῆς ὅλης ὑπο - σχέσεως. Διὸ καὶ θεσπίζομεν, κατὰ τοὺς τοῦ γονέως λόγους οὕτω προβαίνειν καὶ τὴν τῶν λόγων ἐκπλήρωσιν, καὶ μόνον μὲν ἀπαιτεῖσθαι τὴν ὑπόσχεσιν, ἐπειδὰν μόνος ὑπόσχηται παρασχεῖν, σὺν τῷ παιδὶ δὲ, ἐπειδὰν σὺν ἐκείνῳ, εἴτε δι ἴσου τῶν μερῶν γ λαμβανομένων ὅτε μὴ καὶ ταῦτα προσδιορισθῇ, εἴτε ἀνίσως ὅτε μὴ ἀπροσδιόριστα ᾖ ἃ τὴν ὑπόσχεσιν μέρη ἀποπληροῖ. τοῦτο γὰρ οὔτε δικαίου παρατροπή, καὶ πρός γε τοῖς παισὶ τὸς συμφέρον ὁρᾷ, ὅπερ ἡ ἐν τοῖς κώδιξιν ἐκτεθειμένη διάταξις οὐ ποιεῖται περὶ πολλοῦ. πῶς; πολλάκις τὴν ζημίαν ὑφορώμενος ὁ γονεὺς καὶ μένων ἐκεῖνον τὸν χρόνον εἰς τὸ ἢ τὰ γαμήλια συναλλάγματα προελθεῖν, ὃς τὸν παῖδα κύριον τοῦ ὑποσχέσθαι ποιεῖ, ἀπόλλυσι τῷ παιδὶ τὸ λυσιτελές. ἵν οὖν πρὸς ἀμφότερα δεξιῶς τὸ γινόμενον ἔχῃ, καὶ μήτε τὸ δίκαιον παρακρίνοῖτο μήτε τὸ συμφέρον τοῖς παισὶ παραβλάπτοιτο, τὸ μὲν τοῦ κώδικος ἀργείτω δόγμα, τοῦτο δὲ πολιτενέσθω, ὡς καὶ ὑπὸ τῆς συνηθείας γνωριζόμενον (ἤδη γὰρ προτετίμηται τῆς ἐν τοῖς κώδιξιν ὑπ᾿ αὐτῆς διατάξεως) καὶ πρὸ δόγματος νόμου πολιτευόμενον. ύπερ