IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.20Ut ne vir quemadmodum uxor lucretur, sive de hypobolo, altera utra parte praemoriente.

ΔΙΑΤΑΞΙΣ κ. Περὶ τοῦ μὴ λαμβάνειν τὸν ἄνδρα ὥσπερ τὴν γυναῖκα Σ εἰς τὰ παρὰ τοῦ ὑποβόλου ἐκ προτελευτῆς θατέρου μέρους. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων. ὀφφικίων.

Abrir no leitor do IusCommune →

0

pr.Τοῖς πάλαι περὶ συμφώνων γαμηλίων διορίζουσι νόμοις τὸ ἴσον ἀνδρί τε καὶ γυναικὶ ἔν τε τῇ ἐξ ἀρχῆς τοῦ γάμου συστάσει δεδογμένους ἀπονέμειν καὶ ἐν τῇ διαλύσει ἣν θάνατος ἐπαγόμενος ἑνὶ τῶν προσώπων ποιεῖ, οὐκ οἶδα τί παθόντες οἱ μετὰ ταῦτα νομοθετεῖν προῃρημένοι ἀνίσοις διατάξεσι τούτους ὑπέβαλον. οἱ μὲν γὰρ ἀρχαιότεροι νόμοι αὐτίκα καὶ τ ἐν τῇ τοῦ γάμου συστάσει ἴσας εἶναι τὰς συνεισφοράς τήν τε γυναικείαν καὶ τὴν ἀνδρῴαν διέταξαν, καὶ θανάτῳ τὸν βίον λιπόντος ἑνὸς ἐξ αὐτῶν ἀτεκνίας μεσιτευούσης καὶ συμφώνου μὴ παρόντος ἐν ᾧ τι περὶ κέρδους ὑποσημαίνεται, ἐπίσης ἑκάστῳ ἀναστρέφεσθαι τὰ οἰκεῖα, συμφώνου δὲ προελθόντος, ὥστε ὁποτέρου μέρους ἐξ ἀνθρώπων ἀπιόντος τὸ ὑπολειφθὲν ἐπὶ τῇ τῶν ἰδίων ἀνακομίσει καὶ ἕτερόν τι κερδαίνειν, ὁμοίως (ἐπ᾿ ἀμφοῖν τηρεῖσθαι τοῦ κέρδους τὸ ἴσον· καὶ ἀνδρὸς μὲν προαποφθαρέντος ἀνεκομίζετο ἡ γυνὴ τὴν προῖκα καὶ τοῦ καλουμένου ὑποβόλου εἴτε τὶ μέρος εἴτε ὅλον εἰ οὕτω συμπεφώνητο, γυναικὸς δὲ τῷ θανάτῳ προσυναντώσης τῷ ἀνδρὶ τὸ ὑπόβολον συνετηρεῖτο, καὶ κέρδος ἐπ᾿ αὐτῷ ἠκολούθει εἴθ᾽ ὅλη ἡ προῖξ εἴτε μέρος αὐτῆς, ὡς τὰ συμφωνηθέντα αὐτοῖς ἐβούλετο. ἀλλὰ ταῦτα μὲν τοῖς ἀρχαιοτέροις δόξαντα τοῖς μεταγενεστέροις ἀπήρεσεν. τοιγαροῦν καὶ ἀντινομοθετοῦσιν οὐκ ὀρθῶς ποιοῦντες, καὶ αὐτίκα καὶ ἐν τῇ τοῦ γάμου συνόδῳ ἀνίσους ὁρίζουσι προέρχεσθαι τὰς συνεισφορὰς καὶ εἶναι μὲν ἐπὶ Κπλέον τὴν προῖκα, ὑπ᾽ ἔλαττον δὲ τὸ ὑπόβολον, καὶ τούτου κυρίαν καθίστασθαι τὴν γαμετὴν ἀπ᾿ ἐκείνης τῆς ἡμέρας, ᾗ συνήρμοσε τὸν γάμον, κἂν ὡς εἰκὸς γνῷ δευτέραν ὁμιλίαν ἀνΟι δρός. καὶ τοῦ γάμου δὲ θανάτῳ διασπασθέντος ἀνίσως διαιτῶντες τῇ μὲν τῷ κέρδει παραμυθοῦνται τὸ ἄλγος, τῷ δὲ ἐπὶ ὐτῇ ἀποβολῇ τῆς γυναικὸς τῇ ζημίᾳ τῶν ἰδίων πραγμάτων τὸ ἄλγος ἐπαύξουσι. κελεύουσι γὰρ τὴν γυναῖκα ἐπιβιοῦσαν μετὰ τῆς ἰδίας προικὸς καὶ τὸ σύμπαν ὑπόβολον κομίζεσθαι, καὶ πρὸς τούτοις ἐκ τῆς λοιπῆς τοῦ ἀνδρὸς ὑποστάσεως κληρονομεῖν τοσοῦτον, ὅσον τῆς τε προικὸς καὶ τοῦ ὑποβόλου εἰς ἓν Η συγκεφαλαιουμένων ἀριθμεῖται τὸ τέταρτον· προφθανούσης δὲ τελευτῇ τὸν γαμέτην τῆς γυναικὸς, τοὺς ἐκείνης κληρονόμους κερδαίνειν σὺν τῇ προικὶ τὸ ὑπόβολον, τὸν δὲ ἄνδρα μηδὲν ἔχειν ἕτερον ἀλλ᾽ ἢ ὅσον τῆς τε προικὸς καὶ τοῦ ὑποβόλου το τεταρτημόριον, καὶ προβαίνειν οὕτω τὸ πρᾶγμα, ἄν τε παρῇ σύμφωνον ἄν τε μηδὲν ὦσι τοιοῦτον συντεθεικότες 18. ταῦτα μὲν πῶς οὐκ ἄδικα; πῶς δ᾽ ἀντὶ τοῦ νόμος εἶναι οὐκ ἐσχάτη παρανομία ἐστίν; ἃ μὲν γὰρ προαποφθαρέντος τοῦ ἀνδρὸς ἡ γυνὴ λαμβάνει, ἴσως ἔχει τινὰ λόγον· ἃ δὲ ταύτης προκαταλυούσης τὸν βίον εἰς τοὺς κληρονόμους ἔρχεται, πῶς οὐ παντελῶς ἄδικά τε καὶ ἄθεσμα; διὰ τοῦτο λίαν πρεπόντως καὶ σοφῶς συνιδὼν ὁ ἐν βασιλεῦσιν ἀείμνηστος καὶ ὁ μετ᾿ ἐκεῖνον τῆς οἰκείας ἀναβλαστήσας ὀσφύος ἐδικαίωσε τοῖς μὲν ἀρχαίοις νόμοις τὴν τιμὴν ἀνασώσασθαι, τοὺς δὲ φαύλως ἀντιθεσπίζοντας ἐξοστρακισθῆναι τοῦ πολιτεύματος. ἀλλὰ γὰρ φιλόνικου ἡ συνήθεια καὶ πολλάκις τῇ μακρᾷ ὁμιλίᾳ ὡς πῆξιν λαβὸν ἐν ταῖς ἀθρώπων γνώμαις ἄτοπον δόγμα, καὶ μάλιστα ὅσοις μὴ ὀρθῷ κριτηρίῳ ἐπιμέλεια τόδε συνορᾶν, οὐκ ἐθέλει ῥᾳδίως ἐκμοχλεύεσθαι, τὴν φθάσασαν πρόληψιν κἂν ἄτοπος ἢ ἀγαπώντων καὶ μὴ βουλομένων ἀκολουθεῖν τοῖς ἀμείνοσιν· ὡς καὶ νῦν ἡ τοῦ ἀειμνήστου πατρὸς ἡμῶν διάταξις εἰς τοὺς πάλαι νόμους τῶν γαμικῶν συμφώνων τὴν κατάστασιν ἀναφέρουσα οὐκ ἔπεισε τῆς ἀτόπου μεθεῖναι διατάξεως, ἀλλ᾽ ὧν κατεψηφίσατο ἐξοστρακισμὸν, τούτοις ἔτι καὶ νῦν πολιτεύονται. Τι οὖν ἡμεῖς φαμεν; ἐπειδήπερ ἅπαξ κρατεῖν ἔδοξε μὴ ἐξ ἴσου τὰς ἐν τῇ συστάσει τῶν γάμων γίνεσθαι συντελείας, ἀλλ᾽ εἶναι τοῦ ὑποβόλου ἐπιπλέον τὴν προῖκα, τοῦτο ἔστω πολιτευόμενον. θανάτου δὲ φέροντος λύσιν τῷ γάμῳ, εἰ μὲν ὁ ἀνὴρ ἄτεκνος ἀπίοι καὶ σύμφωνον μὴ παρῇ, ἀνακομιζέτω ἡ γυνὴ τήν τε προῖκα καὶ τὸ ὑπόβολον, καὶ μηδὲν ἔτι πλέον εἰ δὲ τὴν γυναῖκα ὁ θάνατος διασπάσοι, τῆς μὲν οἱ κληρονόμοι τὴν προῖκα λαμβανέτωσαν, τῷ ἀνδρὶ δὲ μὴ γινέσθω τῶν ἰδίων ἡ στέρησις, μηδὲ τὰ ἐκείνου ἕτεροι ἀλλ᾽ αὐτὸς ἐχέτω. πῶς γὰρ οὐκ ἄδικον, τοὺς μὲν ἀλλοτρίους ἐκ τῶν ἐκείνου πραγμάτων κερδαίνειν, αὐτὸν δὲ πρὸς τῇ ἀποστερήσει τῆς συζύγου γ καὶ τῶν οἰκείων ἤτοι τοῦ ὑποβόλου ἀποστερεῖσθαι;