JGR III 2.19De pacto paterno, ut filius ex aequo succedat.
ΔΙΑΤΑΞΙΣ ιθ΄. Περὶ συμφώνου πατρῴου τοῦ ἐπ ἴσης κληρονομεῖν τὸν παῖδα.
Abrir no leitor do IusCommune →0
pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων. το Ὅπερ καὶ πρόσθεν ἡμῖν εἴρηται, οὐ φαυλίζειν ἑτέρους PATE προαιρούμενοι εἰς ἐπανόρθωσιν τῶν νόμων κατέστημεν, οὐδ᾽ ἵνα δόξαν ἑαυτοῖς περιποιησώμεθα, ἀλλ᾽ ἵνα τὸ ἀσύμφορον ἐκ τοῦ τῶν ὑποχωρίων ἐφ᾽ ὅσον δυνατὸν ἀποσκευασώμεθα βίου, ἐκεῖνο εἰδότες, ὡς πάντων προτιμότερον εἰς κατάστασιν τῆς πολιτείας ἡ τῶν νόμων κατάστασις. ὀφθαλμοὺς γάρ τις εἰπὼν πολιτείας τοὺς νόμους, οὐκ ἂν οἶμαι καλοίη ἔξω τοῦ πρέποντος φάμενος· ὥσπερ γὰρ ζώῳ ἀναγκαιότατόν ἐστι μάλιστα ὀφθαλμὸς οὐ σφαλλόμενος, οὕτω καὶ πολιτείᾳ νόμων εὐθύτης. διδ τῆς τούτων εὐθύτητος ποιούμενοι πρόνοιαν, ἐπείπερ ἔγνωμεν ἐν τῇ τοῦ κώδικος ἐκλογῇ κείμενον νόμον, ὃς διὰ τὸ προφανὲς τῆς ἀτοπίας οὐδαμῶς εὗρε ἀποδοχῆς χώραν ἐν τῇ τῶν ἀνθρώπων προαιρέσει, οὔκουν οὐδὲ τὸ ἐνεργὸν καὶ ἔμπρακτον ἔχει Δ. (βούλεται μὲν ἐναντία τῆς φυσικῆς παρὰ γονέων τέκνοις ὀφει - λομένης ἰσονομίας, ἀδικίας δὲ θύραν ἀνοίγει κατὰ τοῦ παιδὸς τῷ πατρὶ, οὐ μόνον δὲ ἀλλὰ καὶ τὸν ἐκείνῳο ὑπαχθέντα πεισθῆναι γονέα ψεύδους καὶ ἀπάτης ἐνοχῇ περιβάλλει)· ἀλλὰ γὰρ ἐπεὶ τοιοῦτόν τινα κατενοήσαμεν, εἰ καὶ πρὸ τοῦ ἡμετέρου θεσπίσματος ἀπέκλεισεν᾽ αὐτῷ τὴν παραδοχὴν καὶ αὐτὴ τῶν ἀν- θρώπων ἡ προαίρεσις, ὅμως καὶ ἡμεῖς δόγματι εἰς παντελῆ αὐτὸν ἀπραξίαν περιϊστῶμεν. τί γὰρ φησί; κἂν συμφωνήσῃ πατὴρ ἐκδιδοὺς πρὸς γάμον παῖδα, ὥστε μετὰ τὴν ἑαυτοῦ ἐξ ἀνθρώπων ἀναχώρησιν ἰσομοιρίᾳ μετὰ τῶν ἄλλων ἀδελφῶν τὴν πατρικὴν διακληροῦσθαι περιουσίαν, κύριός ἐστι βουληθεὶς τὸ τοιοῦτον σύμφωνον ἀτιμάζειν, καὶ τοῖς μὲν ἄλλοις τῶν παίδων νεῖμαι τὸ πλέον, ἐκείνῳ δὲ ᾧ τὸ ἴσον κληροῦσθαι ἐδίδου· τὸ σύμφωνον ἐλάττω ποιῆσαι τὴν μοῖραν. τούτων μὲν οὖν ὥσπερ ἔφημεν καὶ ἄλλως οὐ πολιτευομένων, καὶ ἡμετέρῳ ἐξοστρακίζοντες δόγματι· παντάπασιν αὐτῷ τὴν εἰς τὴν πολιτείαν κωλύομεν πάροδον. Θεσπίζομεν δὲ μηδένα τῶν γονέων ἐπιχειρεῖν τὰ δίκαια τῶν παίδων καινοτομεῖν, ὅσοις ἂν ἐν τοῖς γαμηλίοις καθωμο* λόγησαν συμβολαίοις τὸ ἴσον διατηρηθῆναι τοῦ κλήρου πρὸς τοὺς λοιποὺς τῶν παίδων· ὡς εἴ τις ὀφθείη τῶν ἰδίων συνθηκῶν ἀλογήσας, καὶ παρασπῶν πρὸς τὸ ἔλαττον ἐκείνου τὴν μερίδα, ᾧ καθωμολόγησεν εἰς τὸ ἴσον τοῖς ἄλλοις τὸν ἀδελφὸν Κἕξειν, ἴστω, ὡς ἄκυρος αὐτῷ καὶ ματαία ἡ ἐκ μεταμελείας· βούλησις· ἐν ἴσῳ γὰρ ὁ παῖς τοῖς ἄλλοις ἀδελφοῖς κατὰ τὸ προλαβὸν σύμφωνον τὴν περιουσίαν διακληρώσεται. οὐ γὰρ δὴ προτιμότερον τῆς ἀληθείας ποιεῖσθαι εὔλογον τὸ ψεῦδος, οὐδ᾽ ἔννομον οὐδ᾽ ἁρμόζον λογικῷ ζώῳ τὰς ἰδίας τῶν λόγων ὁμολογίας δ᾽ ἀθετήσεως κιβδηλεύειν· ἀλλ᾽ εἴπερ τι ἄλλο τοῦτο Η πρέπον ἀνθρώπῳ φυλάττειν λόγου ἀλήθειαν, εἴ γε μὴ μέλλοι ἐν τῷ διαφθείρειν ψεύδει τὸ ἀληθὲς ἔρημος λόγου γινόμενος ἀπὸ λογικῆς ἐκπεσεῖν τάξεως. οὐ μὴν οὐδ᾽ ἐκεῖνο εἰκὸς τὸ περὶ τοὺς ἴσως ἐκφύντας μὴ ἴσην τοὺς γονέας δείκνυσθαι τ πρόνοιαν μηδὲ περὶ τῆς ἐκείνων ζωῆς ὁμοίως φροντίζειν, ἀλλὰ ὑτοὺς μὲν ἐθέλειν εὐπορώτερον ἔχειν βίον, τῶν δὲ μὴ φείδεσθαι μηδ᾽ οἰκτείρειν, εἰ ἀπορώτερον διακείμενοι μέλλοιεν ἐν ταλαιπωρίᾳ βιώσειν. ἀλλὰ δίκαιον, ὥσπερ πᾶσι τοῖς παισὶν ἐπίσης μετέδοσαν βίου, οὕτω καὶ τῆς πρὸς τὸν βίον εὐπορίας μεταδιδόναι, καὶ μὴ ὥσπερ ἀνίσῳ τῆς γνώμης τὴν τῶν προσόντων ποιεῖσθαι διανομήν.