IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.18Ut poenae sponsalitiae exigantur.

ΔΙΑΤΑΞΙΣ ιή. Περὶ τοῦ ἀπαιτεῖσθαι τὸ γαμικὸν πρόστιμον. Ο αὐτὸς βασιλεὺς στυλιανῷ τῷ ὑπερφυεστάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων.

Abrir no leitor do IusCommune →

0

pr.Τὴν τοῦ κρείττονος ἐκλογὴν ἐν πᾶσι καὶ πράγμασι καὶ λόγοις ποιεῖσθαι οὐ νεμεσητὸν, καὶ τότε μὴ πρὸς τοὺς πραγμα - τευομένους ἢ λέγοντας, πρὸς δὲ τὴν τῶν πραττομένων καὶ λεγομένων κατάστασιν ἢ ἕπεσθαι ἢ τὴν ἔγκλισιν προστιμᾶν. διὰ τοῦτο καὶ ἃ τῇ συνηθείᾳ ἤρεσεν ἐν ταῖς τῶν μνηστειῶν ἀθε τήσεσιν ἐπικεῖσθαι προστιμήματα τοῖς ὁρμῶσι πρὸς τὴν ἀθέτησιν, καὶ ταῦτα εἰς νόμου καθιστῶμεν τιμήν. οἶμαι γὰρ τοῦ ἐπὶ ταῖς τοιαύταις πράξεσι κειμένου νόμου μὴ χεῖρον ἔχειν τὸ δεδογμένον τῇ συνηθείᾳ, ἀλλὰ καὶ εἰς τὸ ἄμεινον ἀναφέρειν τὰ πράγματα. τοῦ γὰρ νόμου ἐν μόνῃ τῇ τοῦ ἀῤῥαβῶνος ἀπωλείᾳ ἢ διπλῇ ἀποδόσει κολάζοντος τὴν προπέτειαν, αὕτη ῥητήν τινα καὶ συμπεφωνημένην βούλεται γίνεσθαι τὴν ἐπὶ τῇ ἀναρμοστίᾳ τῆς μνηστείας ζημίαν, καὶ δοκεῖ μοι, ὥσπερ εἶπον, τοῦτο πλεῖον ἔχειν ἰσχὺν εἰς τὸ μὴ ὡς ἔτυχε πεττεύεσθαι τὰ μνη* στεύματα. ἡ μὲν γὰρ τοῦ ἀῤῥαβῶνος ἀπώλεια, ὥσπερ ἐπὶ τῷ δόντι εἶτα μὴ στέργοντι τὴν μνηστείαν ὥρισται, καὶ ἡ διπλῆ δὲ ἀπότισις, ἣν ὁ τὸν ἀῤῥαβῶνα λαβὼν εἶτα μὴ ἐπιμένων οἷς ὡμολόγησεν ὑπέχει ζημίαν, τάχα διὰ τὸ κουφότερον προπετέστερον δίδωσι τοῖς βουλομένοις εἰς τὴν ἀθέτησιν ὁρμᾶν τῶν ὁμολογιῶν, ὑπὸ δὲ τῆς συμφωνίας ῥητῆς εἰσπράξεως βαρυτέραν ἀπαντῶσαν αὑτῷ τὴν ζημίαν ὁρῶν ὁ ἀβέβαιος, πάντως ὀκνηρότερος πρὸς τὸ διασπάσαι τὴν μνηστείαν γενήσεται. Ὅπερ καὶ ἡμεῖς ὁρῶντες τοῖς γαμηλίοις συναλλάγμασι μᾶλλον συμφέρειν, εἰς νομίμην διάταξιν τὸ ἀπὸ συνηθείας πρατ2+ τόμενον καθιστῶμεν. ἐκ μὲν γὰρ τῆς τοῦ ἀῤῥαβῶνος ἀπωλείας ´ῥᾳδίας ὁρῶ τῶν μνηστειῶν τὰς ἀνατροπὰς, ἐκ δὲ τῆς τοῦ προστίμου καταβολῆς οὐκέτι. τὸ γὰρ βαρύτερον τῆς ζημίας (βαρύτερον δὲ πάντως τοῦ ἀῤῥαβῶνος τὸ πρόστιμον) καὶ ἄκον ἐπέχον τὸ τῆς γνώμης παλίμβολον στέργειν ἀναγκάσει τὰ περὶ τῶν μνηστευσάντων προδεδογμένα. οὕτως οὖν καὶ ἀπὸ τοῦ νῦν κελεύσματι νόμου τὸ ἀπὸ τῆς συνηθείας βεβαιωθὲν καὶ κρατείτω καὶ διαιτάτω, καθάπερ ἄχρι ' τοῦ παρόντος, καὶ προστίμου εἰσπράξει ὁ τὴν μνηστείαν ἀνατρέπων ζημιούσθω.