JGR III 2.17De puerperis quando divinorum mysteriorum participes fiant, et ut infantes baptizentur post XL dies, extra quam si necessitas urgeat.
ΔΙΑΤΑΞΙΣ ιζ '. Περὶ τῶν τεκουσῶν γυναικῶν πότε λαμβάνει τῶν θείων μυστηρίων, καὶ πότε τὰ βρέφη βαπτίζονται ἄχρι τῶν μ ' ἡμερῶν χωρὶς ἀνάγκης. [Ὁ αὐτὸς βασιλεὺς] τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἡ μὲν ἀξίωσις τῆς ὑμετέρας μακαριότητος ὑφ᾽ ὑμῶν μᾶλλὸν δικαία προέρχεσθαι ἦν, ἢ παρ᾽ ἡμῶν τὴν γένεσιν λαβεῖν· ἔδει γὰρ τῆς ὑμῶν ἱερότητος θέσπισμα εἶναι ὑπόθεσιν ἱεράν. ἐπεὶ δὲ φατε ὡς οὐ δέον ἐφ᾽ ἑνὶ κεφαλαίῳ συνοδικὴν γενέσθαι διάσκεψιν, συνόδου δ᾽ ἂν εἴη ἔργον προάγειν ψήφους, ἡμέτερον δὲ καὶ δίχα συνόδου ἐκτίθεσθαι δόγμα, δεχόμενοι τὴν προτροπὴν ὧν ἀξιοῦτε διάταξιν ἐκφέρομεν. τοῦ κυρίου τοίνυν καὶ σωτῆρος ἡμῶν ὥστε τῷ φωτισμῷ τῆς αὐτοῦ δόξης ἐπιλαμφθῆναι τοὺς ἐν σκότει διαπορευομένους σαρκὸς ἡμῶν καὶ αἵματος παραπλησίως κεκοινωνηκότος, λίαν ἔμοιγε δοκοῦσι φρονεῖν ὑπεναντία τῇ ἐκείνου σωτηριώδει προνοίᾳ, ὅσοι μὴ τοῦ φωτισμοῦ. ἀξίαν ὑπολαμβάνουσι τὴν ἄρτι μὲν τετοκυῖαν καὶ ἐπίλοχον, και ταλαμβανομένην δὲ ὑπὸ τοῦ θανάτου παρὰ πόδας ἑστῶτος καὶ τὴν προθεσμίαν ἣν αὐτοὶ ἀναμένειν οἴονται (φημὶ δὴ τὴν μετὰ τὴν λύσιν τῶν ὠδίνων τεσσαρακοστὴν ἡμέραν) οὐκ ἀναμένοντος ἀλλὰ θᾶττον προαρπάζοντος, καὶ διὰ τὴν σωματικὴν ἀκαθαρσίαν ἀκάθαρτον ὡς ἀληθῶς ἐξ ἀνθρώπων ἀπιέναι καταπρατ- τόμενοι ταύτην, ἀμυσταγώγητον οὖσαν καὶ τῆς διὰ τοῦ θείου λουτροῦ καθάρσεως καὶ ἀναγεννήσεως ἀμέτοχον· οὐδ᾽ ἐννοοῦσι τὸ μέγεθος τοῦ κινδύνου καὶ τῆς ζημίας, ἣν τῆς αὐτῶν εὐλαβείας τὸ ἀνευλαβὲς καὶ σφαλερὸν προξενεῖ. καίτοιγε διὰ τὴν ὑπερβολὴν οὐδὲ λόγου δεῖται ἡ τοιαύτη ἀτοπία. πῶς γὰρ θε - μιτὸν ἢ πῶς οὐ λυπηρὸν θεῷ, ὃς διὰ τῆς εἰς αὐτὸν πίστεως \ καὶ τῆς ἐν τῷ ὕδατι καὶ πνεύματι ἀναγεννήσεως δωρεῖται την σωτηρίαν, ἄπιστον καὶ τῆς ἀναπλάσεως ἐρήμην τὴν ἄνθρωπον ἀπελθεῖν, καὶ ἀντὶ τοῦ μετὰ τῶν σεσωσμένων τετάχθαι εἰς τὴν τῶν ἀπολωλότων ἐῤῥῖφθαι χώραν ἕνεκά γε τῆς τοιαύτης προ φάσεως; Τὴν οὖν τοιαύτην ματαιοφροσύνην ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον ἐκποδὼν ποιούμενοι, ὁρίζομεν περὶ τεκουσῶν γυναικῶν καὶ περὶ τῶν ὅσαι τῇ φυσικῇ καθάρσει καταλαμβά νονται, ἀνενοχλήτου μὲν ἐξ ἑτέρας τινὸς διαθέσεως νοσερᾶς τῆς· ζωῆς αὐτῶν διατελούσης, ἀμετόχους εἶναι τὰς μὲν ἀτελέτους τοῦ φωτισμοῦ τὰς δὲ μεμυσταγωγημένας τῶν ἀχράντων μυστηρίων τῆς μεταλήψεως μέχρι τῆς τῶν τεσσαράκοντα ἡμερῶν προθεσμίας, νοσήματος δὲ τινος καταλαβόντος καὶ κατασχόντος καὶ τὴν διακοπὴν τῆς ζωῆς ἀπειλοῦντος, παντὶ τρόπῳ μετα λαγχάνειν αὐτὰς τοῦ ἁγιάσματος. εἰ γὰρ ἐκείνοις, ὅσοι δι ὑπερβολὰς ἀνοσιουργημάτων ἀπείργονται μακροῖς ἔτεσι τῆς ζωοποιοῦ κοινωνίας, ὁ θάνατος ἐπιστὰς τὸ ἐμπρόθεσμον διακόπτει | καὶ οὐδεὶς ἀνέχεται τούτους κωλύειν τῆς τῶν ἁγίων μετοχῆς, ἤπου γε αὗται κωλυθήσονται διὰ ῥυπάσματα σαρκὸς φυσικά; το καὶ ἅπερ οἶμαι καὶ τῷ παλαιῷ κεκωλύσθαι νόμῳ καὶ τὴν χάριν | διαδέξασθαι τὴν παράδοσιν οὐχὶ τοσοῦτον διὰ τὴν γυναικείαν ταύτην ἀκαθαρσίαν, ὅσον δ᾽ ἑτέρας αἰτίας ἐν τῷ βάθει κρυπτομένας τοῦ νομοθετήματος. λογίζομαι γὰρ τὸ τῆς ἐπιθυμίας ἀκόλαστον τῶν ἀκρατῶς ἐχόντων κολάζον τὸ θέσπισμα τοῦτο { ς διατάξαι, ὥσπερ καὶ ἄλλὰ πολλὰ δ᾽ ἑτέρων οἰκονομεῖται προσταγμάτων, ὡς ἂν διὰ τούτων τὸ πρὸς τὸ θῆλυ ἐνίων τῆς ὁρμῆς ἀκατάσχετον χαλινούμενον ἀνακόπτοιτο. οὐ μόνον δὲ ἀλλὰ καὶ προνοίας ἐστὶ τὰ τικτόμενα λώβης καθαρεύειν οἰκονομούσης τὸ θέσπισμα. ἐπεὶ γὰρ ἅπαν τὸ τῇ φύσει περιττὸν φθοροποιόν 3ίτε καὶ ἄχρηστον, περιττὰ δὲ καὶ ταῦτα ὑπάρχει τὰ αἵματα, τὰς φερούσας αὐτὰ ἐν ἀκαθαρσίᾳ κατ᾿ ἐκεῖνον τὸν καιρὸν διάγειν ὁ νόμος ἐντέλλεται, ὅπως καὶ ἀπ᾿ αὐτοῦ μόνου τοῦ ῥήματος εἰς τὸ ἀκρατὲς συστελλομένης τῆς ἀκολάστου ἐπιθυμίας, μὴ ἐξ ἀχρήστου καὶ διεφθαρμένης ὕλης λαμβάνῃ τὸ ζῶον τὴν σύστασιν. Καὶ περὶ τῶν βρεφῶν δὲ ὁμότροπα διορίζομεν, εἰ μὲν ἀνενόχλητα εἴη καὶ τῶν τῇ φύσει πολεμίων συμπτωμάτων περίεστιν, πρὸς φωτισμὸν τὴν τεσσαρακοστὴν ἡμέραν ἐκδέχεσθαι· ἀκόλουθον γὰρ, ὥσπερ ἐν ὅλαις ἡμέραις τεσσαράκοντα τὸ πλῆρες ἀπολαμβάνει τῆς μορφώσεως ἐν τῷ τῆς φύσεως καὶ μητρικῷ οἴκῳ, οὕτως ἐν ἴσῳ ἀριθμῷ ἡμερῶν εἰς τὸν οἶκον τῆς θείας δόξης καὶ ἀϊδίου πάντων πατρὸς τὰ τικτόμενα προσιέναι. εἰ δὲ καὶ τῇ ἀπὸ τῶν ὠδίνων ὀγδόῃ βούλοιτό τις βαπτίζειν, οὐδὲ τοῦτο ἄτοπον. ὁ γὰρ δεσπότης ἡμῶν χριστὸς ἐν ταύτῃ περιτμηθεὶς καὶ τὴν λῆξιν τῇ περιτομῇ ἐπιθεὶς παρέσχεν ἀντὶ ταύτης τῷ ζωοποιῷ τελεῖσθαι βαπτίσματι. ἀλλὰ ταῦτα μὲν, εἰ μηδεμία παρέστηκεν ἀνάγκη τὸν θάνατον ἀπειλοῦσα, εἰ δὲ τι δεινὸν ἐπιστὰν βιάζεται τὴν ζωὴν, πάσῃ σπουδῇ καὶ δυνάμει καὶ τῆς ὀγδόης ἐντὸς δεήσει καταπράξασθαι μὴ ἀφώτιστον ἀπελθεῖν μηδὲ τοῦ θείου λουτροῦ καὶ τοῦ ἀγαθοῦ ἀμέτοχον τὸ τεχθέν.