JGR III 2.16Ut subdiaconus creetur non tantum XXV, sed et XX annorum '.
ΔΙΑΤΑΞΙΣ ις '.
Abrir no leitor do IusCommune →0
pr.Περὶ τοῦ μὴ χειροτονεῖσθαι ὑποδιάκονον κ ' ἐτῶν, ἀλλὰ κε΄. [Ὁ αὐτὸς βασιλεὺς] τῷ αὐτῷ. Ὁ παλαιὸς λόγος, ὃς παρεγγυᾶται τῷ περὶ τῶν οἰκείων λέγοντι ἀναπεταννύειν τὴν ἀκοὴν, καλῶς καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἔχων ἐνταῦθα πολὺ διαδείκνυται καλλίων. τί οὖν ἐστὶν, φημι; πολιτικὸς θεσπίζει νόμος, τὸν ἐλάττω πέντε καὶ εἴκοσι ἐτῶν μὴ χειροτονεῖσθαι εἰς λειτουργίαν ὑποδιάκονον, ἱερὸν ἀντιθεσπίζει δόγμα, τὸν πρὸς τὴν τοιαύτην διακονίαν προσιόντα τὸν εἰκοστὸν χρόνον εἰσάγειν εἰς τὴν χειροθεσίαν. ῎Αξιον οὖν ἡμῶν ἡ βασιλεία ἡγησαμένη τοῦ ἱεροῦ ἀκούειν ἐν νόμου ἐν τῇ περὶ τῶν οἰκείων διατάξει, τούτῳ καὶ συμψηφίζεται καὶ ὁρίζει, τὸν πρὸς εἰκοστὸν ἔτος ἐλάσαντα, μὴ τῆς ἄλλης διαγωγῆς τοῦ βίου ἐμποδὼν ἱσταμένης, ὅσα γε ἐκ τῆς ἡλικίας μηδὲν εἰς τὴν τοῦ ὑποδιακόνου προχείρισιν ἐμποδίζεσθαι.