IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.15Ut liceat salutarem baptismum in quocunque sacro oratorio peragere.

ΔΙΑΤΑΞΙΣ ιε΄. Περὶ τοῦ ἐξεῖναι τὸ σωτήριον βάπτισμα ἐν παντὶ εὐσεβεῖ εἰκτηρίῳ τελεῖν. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Abrir no leitor do IusCommune →

0

pr.Καὶ οὗτος ὁ τῆς σεβασμίας ἕκτης συνόδου κανὼν ἱερὸς, Α ὃς τὸ θεῖον τῆς ἀναγεννήσεως λουτρὸν ἐν τοῖς κατ᾿ οἶκον εὐκτηρίοις τελεῖσθαι ἰδίᾳ οὐ βούλεται, ἀλλὰ ἐν μόνοις τοῖς πρὸς τὸ κοινὸν ἀνιερωμένοις ναοῖς, ἀδελφὰ παρακελευόμενος τοῖς οἳ τὰς ἱερὰς θυσίας καὶ τελετὰς κατ᾿ οἴκους ἀποτρέποντες γίνεσθαι ἔτυχον παρ᾽ ἡμῶν ἐπισκέψεως ἔμπροσθεν, ὁμοίως καὶ ἀδελφῆς ἐκείνων ἐπανορθώσεως τεύξεται, Ὁρίζομεν οὖν καθὼς περὶ θυσιῶν, οὕτω καὶ περὶ τοῦ σωτηρίου βαπτίσματος, τὸ ἐξεῖναι αὐτὸ ἐν παντὶ εὐσεβῶν εὐκτηρίῳ τοῖς βουλομένοις τελεῖν. τὴν γὰρ τοιαύτην ἀκρίβειαν δοκεῖ μοι πεποιῆσθαι τὸ ἱερὸν τῆς συνόδου διάταγμα διὰ τοὺς ἐω ἐν ἱερέων ὀνόματι ἀνιέρους καὶ βεβήλους τοὺς ὑπ᾽ αὐτῶν προσαγομένους τῷ λουτρῷ ποιοῦντας, οἳ ὡς εἰκὸς ἐν τοῖς τῶν ὁμοδόξων οἴκοις ὑποδυόμενοι οὐ τελοῦσιν, ἀλλὰ συντελοῦσι τοῖς αὐτοῖς προερχομένοις. αὕτη δὲ εἰ καὶ θεία καὶ πολὺ τὸ σωτήριον ἔχουσα διαδείκνυται πρόνοια, ὅμως οὐκ ἐξαρκεῖ τοὺς τῆς ἐγ ἀσεβείας ἀναπεπλησμένους τῆς ἑαυτῶν κακίας ἀναχαιτίζειν. καὶ γὰρ τολμηρὸν ἡ κακία, καὶ παντί γε τρόπῳ χώραν οἰκείαν εὑρήσει καὶ τῶν εὐκτηρίων ἀποκεκλεισμένων εἰς ἐκπλήρωσιν τῆς οἰκείας προαιρέσεως. πλὴν ἀλλά γε νῦν θείᾳ χάριτι πάσης κακοδοξίας ἀπεσκορακισμένης, οὐδὲν καὶ κατὰ τοῦτο τὸ μέρος ὁρῶ μοι τὸ δόγμα προβαλλόμενον ἀναγκαῖον εἰς τὸ κωλύειν ἐν ξ τοῖς καὶ οἶκον εὐκτηρίοις τὸ λουτρὸν τῆς ἀναγεννήσεως.