IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.14De his, qui monasterium imperfectum relinquunt.

ΔΙΑΤΑΞΙΣ ιδ΄. Περὶ τῶν καταλιπόντων ἀτελὲς μοναστήριον. [Ὁ αὐτὸς βασιλεὺς] τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Τὸ τῆς γνώμης προπετὲς καὶ φιλόνεικον πρὸς ἔνστασιν τὴν ἰσχὺν καταπαλαίουσαν ὁμοίως νεμεσητόν τε καὶ ἀναπό- δεκτον, ἄν τε δήλην ἔχῃ τὴν κακίαν ἡ ἐπιχείρησις ἄν τε σχῆμα ἐπιεικὲς προβαλλομένη προσέρχηται. τοῦτο καὶ ὁ τὰς παραβολὰς καὶ τὰ ἀπ᾿ ἀρχῆς προβλήματα φθεγγόμενος ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐν εὐαγγελίοις βούλεται, ἐν οἷς πόλεως οἰκοδομὴν καὶ ἀπάρτισιν καὶ τὰ ὅμοια διαλέγεται. εἰκότως ἄρα οἳ τε ἱεροὶ θεσμοὶ καὶ ἡ πολιτικὴ ψῆφος σύμφωνα ἀφιᾶσι παρακελεύσματα, τοὺς ὅσοι μὴ πρὸς ἀπαρτισμὸν τοῦ ἔργου ἱκανοὶ ὄντες μοναστηρίου κατασκευῆς ἐφάπτονται, ἀπείργειν τῆς ἐπιχειρήσεως. δεῖ γὰρ τὰ πράγματα, ὁποῖά ποτ᾽ ἂν ᾖ, πρὸς τελείωσιν ἥκοντα οὕτω τὴν προσήκουσαν ἐφαρμόζεσθαι κλῆσιν, ἀλλ᾽ οὐχὶ μόνον ἐξαρκεῖ τὸ ὄνομα τῇ τῶν πραγμάτων ἀτελείᾳ παρέχειν τὴν σύστασιν. ὅπερ οὖν εἴρηται, καλῶς ἀπαγορεύει τό τε ἱερόν, το τες πολιτικὸν θέσμιον, ἐπιχειρεῖν οἰκοδομεῖν μοναστήριον τοὺς οὐκ ὄντας αὐτάρκεις πρὸς τὴν τοῦ πράγματος τελείωσιν. ἐπεὶ μέντοιγε ἄδηλον ἐκεῖνο, τὸ μέχρι τίνος ὁ ἱκανὸς ἀπαρτισμὸς εἰς μοναστηρίου κατασκευὴν (οὐ γὰρ διώρισται ῥητῶς παρ᾿ αὐτοῖς ὁ τοιοῦτος ἀπαρτισμὸς), ἔδοξε δῆλον περὶ τούτου ἐκφῆναι δόγμα. Φαμὲν οὖν, ὡς ἐπεὶ τὸ θεῖον ἐπεῖπε στόμα, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν, χρῆναι τὸ ἐλάχιστον τρισὶν ἐπαρκεῖν τὸ μοναστηρίου κλῆσιν ὑποδυόμενον ἔργον, ὃ δηλονότι καὶ δοξολογίαν ὁρᾷ συνυπαρχούσης τῆς εὐπορίας. τῷ μὲν οὖν πρὸς ἀνιέρωσιν μοναστηρίου ἀκώλυτον ἕξοντι τὴν ἐπιχείρησιν εἰς τοσοῦτον δεήσει τὸ ἐλάχιστον τὸ ἀφιέρωμα συντελεῖν. ὅτι δὲ πλεῖστοι πρὸς τὴν τοιαύτην ἐπιχείρησιν ἑαυτοὺς ἐπιδιδόντες ἐνίοτε ὀπίσω βουλῆς ἀπολείπονται προλαμβάνοντος τοῦ θανάτου καὶ τῆς ἐν ἀνθρώποις αὐτοὺς συναναστροφῆς ἐξαφανίζοντος, ἐκεῖνο᾽ ἡμῖν θεσπίζεται, ὡς διατυπώσεως προελθούσης τὰ ἐν ταύτῃ διορισθέντα ἔσται τῆς ἐκκλησίας, εἰ δ᾽ (ὁποῖα πολλὰ φέρει τὸ ἄδη λον) πρὸ τῆς τῶν οἰκείων ἀναρπασθείη διατυπώσεως, παίδων μὲν ὑπόντων ἄχρι τριῶν, τέταρτον μέρος τῆς ὑπάρξεως οἰκειώσεται ἡ μονὴ, ἐπέκεινα δὲ τοῦ τρίτου ἀριθμοῦ προϊόντος τοῦ τῆς γονῆς πλήθους, συγκαταλέξεται τὸ μοναστήριον τοῖς παισὶ, καὶ τὰ ἴσα ἑνὶ τούτων ἑκάστῳ λήψεται ἐκ πάσης περιουσίας ἧς οὐχ ἅπτεται χρέα τοῦ τεθνηκότος. ἄπαιδος δὲ ὑπάρχοντος τοῦ τὸν βίον λιπόντος, ἐπὶ γονεῦσι δὲ λιπόντος, διχῆ τῶν προσόντων διαιρουμένων ἡ μὲν τοῖς γονεῦσιν, ἡ δ᾽ ἑτέρα μοῖρα τῷ μοναστηρίῳ παρασχεθήσεται. εἰ δ᾽ ἔρημος εἴη κληρονόμων ἀνιόντων καὶ κατιόντων, τοὺς ἐκ πλαγίου δὲ εἰσιόντας ὁ κλῆρος με προσίεται, αὐτοὶ μὲν ὅσοι ἂν καὶ ὦσι τὸ τρίτον μέρος διανεμήσονται, τὸ δίμοιρον δὲ προχωρήσει τῇ ἐκκλησίᾳ. εἰ μέντοιγε ἢ δ᾽ ἄγνοιαν ἢ δ᾽ ἑτέραν τινὰ αἰτίαν εἰς ἐναντίαν γνώμην τὰ διατετυπωμένα ἀποκρίνηται τῆς νομίμου προαιρέσεως, θεσπίζομεν, τὸν κατὰ τὸν τόπον θεοφιλέστατον ἀρχιερέα ὅσα μὲν ἀποχρῶντα εἰς διοίκησιν ἐκκλησίας καὶ τῶν ἐν αὐτῇ μελλόντων παρεδρεύειν ἀντιλαμβάνεσθαι, τοῖς δὲ λοιποῖς τὴν τῶν νόμων βουλὴν καὶ διάταξιν διαιτᾶν.