IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.13De perpetuis emphyteusibus.

ΔΙΑΤΑΞΙΣ ιγ '. Περὶ τῶν διηνεκῶν ἐμφυτεύσεων. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Abrir no leitor do IusCommune →

0

pr.Πρᾶγμα πλεονεκτικόν τε καὶ ἄθεσμὸν καὶ ὑπὸ τῶν προἵστασθαι λαχόντων τῶν ἀνατεθειμένων οἴκων θεῷ (φημὶ δὴ ἐκκλησιῶν καὶ ξενοκομείων καὶ χηροτροφείων καὶ ὀρφανοτροἐνφείων) ταῖς ἡμετέραις ἀκοαῖς ἀνηνέχθη τολμᾶσθαι. τῶν γὰρ ἐκδίδομένων ἔφασαν οἰκημάτων, ἤδη τοῦ συμπεφωνημένου χρόνου ἐκμετρηθέντος καὶ περιόδου ἐνστάσης ἀρχῆς καὶ ἀνανεώσεως τῆς τούτων διακατοχῆς, οὐ γίνεσθαι τὴν καταβολὴν ὡρισμένην τινὰ, ἣν καὶ ἰδίως εἰσδεκτικὸν καλοῦσιν, ἀλλ᾽ ὡς ἂν παραστῇ· τῇ πλεονεξίᾳ τῶν λαχόντων τὴν προστασίαν, οὕτω βαρύνεσθαι ταῖς τοιαύταις εἰσπράξεσι τοὺς τῶν οἰκημάτων διακατόχους. Τοῦτο γοῦν καὶ ἄλλως μὲν χαλεπὸν ἅπασιν ὑπάρχον συνορῶντες, μάλιστα δὲ γινόμενον χαλεπώτερον ἐν τοῖς ἀπορωτέροις δ᾽ ὧν αὐτοῖς βαρυτέρα ἡ τῆς ἀπορίας ἀνάγκη καθίσταται, οὐκ ἔτι οὕτω γίνεσθαι νόμον τιθέμεθα, ἀλλ᾽ ὡρισμένῃ ποσότητι περιορίζεσθαι τὴν καταβολὴν πρὸς τὸ διπλάσιον ἀριθμουμένην τοῦ τέλους τῆς ἐμφυτεύσεως, προσγραφομένης δηλονότι τῆς εἰσφορᾶς ἁπάσης ἐν τοῖς τῆς ἐκδόσεως χάρταις καὶ τῷ οἴκῳ ἀκαι - νοτομήτου προσαγομένης, ἀλλὰ μὴ πρὸς ἴδιον πορισμὸν τῶν εἰς τὴν προστασίαν καθισταμένων σφετεριζομένης, ὑπόθεσιν ἀνοσίου κέρδους καὶ οὐχὶ τῆς τῶν οἴκων ὠφελείας τὸ πρᾶγμα ποιουμένων αὐτῶν.