IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.12De officinarum magnae ecclesiae usu.

ΔΙΑΤΑΞΙΣ ιβ΄. Περὶ τῆς τῶν ἐργαστηρίων χρείας τῆς μεγάλης ἐκκλησίας. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχη.

Abrir no leitor do IusCommune →

0

pr.Κωνσταντῖνος ὁ πρῶτος τῇ τοῦ χριστοῦ κλήσει τὸ στέ- φος τῆς βασιλείας βασιλικώτερον ἀποφήνας, τῶν ἄλλων αὑτοῦ κατορθωμάτων καὶ τῆς βασιλικῆς προνοίας ἐπάξιον καὶ τοῦτο προνενοημένος τὸ περὶ τῆς τῶν ἀποιχομένων ταφῆς, οὓς ἡ ἀπορία μέχρι καὶ τούτου συνέχει, ἐργαστήρια τῇ ἁγίᾳ τοῦ θεοῦ ἐπέταξεν ἐκκλησίᾳ, ὧν ἐκ τοῦ τέλους διῴκησε τὴν χρείαν τῆς ἐ ταφῆς χορηγεῖσθαι. ταύτην δὲ ἄρα τὴν πρόνοιαν ὕστερον εὐσεβούντων ἀνδρῶν φιλοτιμία διαδεξαμένη, αὐτή τε τοῖς ἀπόροις εἰς ταφὴν ἐπαρκοῦσα, τὴν εἰς ταύτην τὴν χρείαν χορηγίαν ἀνέτειλεν, καὶ νῦν τὸ παράπαν οὐδὲν ἐκεῖθεν ὁρᾶται καθ᾽ ἣν Δίκτα ἐξ ἀρχῆς ἔθετο φροντίδα ὁ τρισμακάριστος βασιλεὺς οἰκονομούμενον. ᾿Αλλὰ γὰρ εἰδότες ἡμεῖς, ὡς ἅπαξ ἡ ἐκκλησία τὰ τῶν ἐργαστηρίων οἰκειουμένη τέλη, εἰ καὶ μὴ πρὸς ἣν ἐξ ἀρχῆς ὡρίσθη θεραπείαν τοῦ θείου αὐτὰ καταβάλλεται διὰ τὸ μὴ τὴν χρείαν ἐπιζητεῖν, ἀλλά γε πρὸς ἑτέραν τινὰ πάντως λειτουργίαν καὶ αὐτὴν θεραπεύουσαν τὸ κρεῖττον ταῦτα οἰκονομεῖ, ὁρίζομεν, τὴν ἀνέκαθεν περὶ τούτων διάταξιν ἀκίνητον διαμένειν. ἐστὶ δ᾽ ἅμα πάντων τῶν εἰς ταύτην ἀποτεταγμένων τὴν λειτουργίαν Γἐργαστηρίων ἑκατὸν ἐπὶ χιλίοις ἡ ἀπαρίθμησις.