IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.11De servo, qui episcopus factus est ignorante domino.

ΔΙΑΤΑΞΙΣ ια΄. Περὶ δούλου γεγονότος ἐπισκόπου ἀγνοίᾳ τοῦ δεσπότου. 15Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχη.

Abrir no leitor do IusCommune →

0

pr.Ὅπερ ἐπὶ τοῦ κλέψαντος οἰκέτου τὸ τῆς ἱερωσύνης σεμνὸν ἀξίωμα, τοῦτο καὶ ἐπὶ τῶν εἰς ἀρχιερατικὴν δοξάντων ἀναβεβηκέναι τιμὴν οἰκετῶν παρὰ τὴν γνώμην τοῦ οἰκείου δεσπότου ὁρίζομεν, τὸ κατὰ τὸ βούλημα τῆς ἐκκλησιαστικῆς διατάξεως ἀποχειροτονεῖσθαι μὲν τούτους τῆς ἐν ᾗ κατέστησαν λάθρα τιμῆς, πρὸς δὲ τὸ οἰκεῖον καὶ δοῦλον σχῆμα ὑπάγεσθαι. οὐ γὰρ δὴ τοὺς μὲν ἄλλως ὑφελομένους τὶ κλοπῇ καὶ ἀπάτῃ οὐ μόνον οὐ συγχωρήσομεν ἃ ὑφείλοντο ἔχειν ἀναφαίρετα, ἀλλ᾽ ἐνίοτε καὶ ὡς κακούργους τιμωρησόμεθα, τοὺς δὲ τολμῶντας οὕτω μεγάλων πραγμάτων κλοπὰς τούτους ἐάσομεν σεμνῶς ἐκ τοῦ κλέψαι διάγειν καὶ ἑνὸς ἄθλου κακίστου τῆς ἀπάτης δύο κερδαίνειν τὰ τιμιώτατα, ἐλευθερίαν καὶ ἱερωσύνης προνόμιον. Τοιγαροῦν καὶ εἴ τις δοῦλος ὢν ἀγνοίᾳ τοῦ οἰκείου δεσπότου ἐπίσκοπος κεχειροτόνηται, καὶ οὗτος μηδὲν ἐκ τῆς τοιαύτης βοηθείσθω χειροτονίας εἰς ἀποφυγὴν τῆς δουλείας.