IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.10De servo, qui monachus factus est ignorante domino.

ΔΙΑΤΑΞΙΣ ί.

Abrir no leitor do IusCommune →

0

pr.Περὶ δούλου μονάσαντος ἀγνοίᾳ τοῦ δεσπότου. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ. Ὅσον τίμιον τὸ τοῦ μονάδους βίου ἐπάγγελμα καὶ οἱ τὸν χρηστὸν ἐκεῖνον καὶ μακάριον ζυγὸν ἀναλαμβάνοντες ὁποίας εἰσὶν αἰδοῦς ἄξιοι καὶ τιμῆς, ἴσμεν καὶ αὐτοί· οὔκουν οὐδ᾽ ἐπ᾿ γν ἀθετήσει αὐτοῦ, ἀλλὰ μᾶλλον ἀθετήσεως ἐξαιρούμενοι ταῦτα διαθεσπίζειν διέγνωμεν καὶ ἀποφαινόμεθα. ὅσον γὰρ θαυμαστὸν καὶ θεῖον, τοσοῦτον δεῖ τούτου μετὰ θαυμαστῆς ὅσης εὐλαβείας ἐφάπτεσθαι, ἀλλὰ μὴ κακογνωμοσύνης πρόφασιν τὸ τῆς μοναδικῆς πολιτείας ποιεῖσθαι σεβάσμιον. πῶς γὰρ οὐκ ἐστὶ κακογνωμοσύνης, δρασμῷ τοῦ οἰκείου δεσπότου πρὸς ἐκείνην τὴν πολιτείαν ἔρχεσθαι τὸν οἰκέτην; ἐπεὶ οὖν τοῖς πρότερον νενομοθέτηται περὶ δούλων ἀποδιδρασκόντων καὶ οὕτω πρὸς τὸν μονήρη βίον ἐρχομένων, μέχρι μὲν τρίτου χρόνου δήλου γεγονότος τοῦ φυγάδος ἐξουσίαν ἔχειν τὸν δεσπότην τοῦ σχήματος ἀπογυμνώσαντα ἀναλαμβάνειν αὐτὸν, τρίτου δὲ παρελάσαντος χρόνου ἐν τῷ ἀφανεῖ διάγοντος, εἰ μετὰ ταῦτα πρὸς ἐμφάνειαν κατασταίη, κρείττω αὐτὸν ὑπάρχειν τῆς δεσποτικῆς ἐξουσίας καὶ παρὰ τὴν ἐκείνου γνώμην χρηματίζειν ἐλεύθερον· ἐπεὶ οὖν· ἐκ τούτου πολλοῖς ὁρῶμεν ἀφορμὴν ἐγγινομένην εἰς τὸ τῶν οἰκείων δεσποτῶν ἀποδιδράσκειν, και πράγματι σεμνῷ (τῷ μοναδικῷ ἐπαγγέλματι) εἰς πρόφασιν ἀποχρῶνται κακουργίας (ῥᾴδιον γὰρ παντὶ βουλομένῳ οἰκέτῃ μέχρι τριετίας κρύπτειν ἑαυτὸν, εἶτα τῆς ἐλευθερίας ἀντιποιεῖσθαι)· Κελεύομεν, ὅσον ἂν καὶ διαλάθοι ὁ γνώμῃ τοιαύτῃ μονά σας οἰκέτης, ἐὰν ὁ δεσπότης ἐν οἱῳδήποτε καιρῷ τοῦτον ἀνεύροι, ὅπερ κακούργῳ προαιρέσει περιβέβληται ἀποδύεσθαι σχῆμα καὶ ὑπὸ τὴν δεσποτικὴν ἐξουσίαν πάλιν αὐτὸν κατατάττεσθαι. οὐδὲ γάρ͵ ἐστιν εἰπεῖν, ὡς εὐλαβεῖ διαθέσει τοῦτο περιεβάλετο, κἂν τοῦτο λέγειν αὐτὸς πλάττοιτο. ἄν τε γὰρ εὐνοίας δεσποτικῆς ἀπολαύων ἀντὶ τοῦ στέργειν μῖσος ἀναλαβὼν φεύγειν ἔγνω, ἐσχάτης κακίας ἀπόδειξις, ἄν τε (οἷα τὰ ἀνθρώπινα) λυπηρῶν τινων εἰς πεῖραν καταστὰς οὐκ ἤνεγκεν ἀλλὰ διὰ τοῦτο τὸν δεσπότην ἀπέλιπε, πῶς ἐκείνην τιμήσει τὴν πολιτείαν, ἢ τοὺς πολίτας διὰ παντὸς ἀφορᾶν πρὸς τὸν τοῦ χριστοῦ σταυρὸν καὶ τὸν θάνατον βούλεται;